Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1.1
Ὡς μικρολόγως ἡμῖν ἥκει τὰ λάχανα παρ' ὑμῶν· καὶ τί γὰρ ἄλλο ἢ χρυσολάχανα; Καίτοι γ' ὁ πᾶς πλοῦτος ὑμῖν κῆποι καὶ ποταμοὶ καὶ ἄλση καὶ παράδεισοι, καὶ λαχανηφόρος ὑμῖν ἡ χώρα, ὡς χρυσοφόρος ἄλλοις, καὶ λειμώνια φύλλα νέμεσθε.
26.2.1
Ὁ δὲ σῖτος ὑμῖν, ἡ μυθικὴ μακαρία· καὶ ὁ ἄρτος, ὃ δὴ λέγεται, ἄρτος ἀγγέλων20, οὕτως ἄσπαστός τε καὶ ἄπιστος.
26.3.1
Ἢ τοίνυν μεταδίδοτε τούτων ἡμῖν ἀφθονώτερον, ἢ ἄλλο μὲν οὐδὲν ἀπειλήσομεν· τὸν δὲ σῖτον ἐφέξομεν, καὶ εἰσόμεθα εἰ ὄντως δρόσῳ μόνῃ τρέφονται τέττιγες.