Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
Οὐ φέρω τὴν Τιβερινὴν ἐγκαλούμενος καὶ τοὺς ἐνταῦθα πηλοὺς καὶ χειμῶνας, ὦ λίαν ἄπηλε σὺ καὶ ἀκρόβαμον καὶ τὰς πλάκας κατακροαίνων, ἢ ὑπόπτερε σὺ καὶ μετάρσιε καὶ τῷ Ἀβάριδος ὀϊστῷ συμφερόμενε, ἵνα καὶ Καππαδόκης ὢν φεύγῃς τὰ Καππαδοκίας.
2.2.1
Ἢ ἀδικοῦμεν ὅτι ὑμεῖς μὲν ὠχριᾶτε καὶ στενὸν ἀναπνεῖτε καὶ μετρεῖσθε τὸν ἥλιον· ἡμεῖς δὲ λιπῶμεν καὶ κορεν νύμεθα καὶ οὐ περιγεγράμμεθα; Ἀλλ' οὐ ταῦτα ὑμῖν ἐστι.
2.3.1
Τρυφᾶτε δὲ καὶ πλουτεῖτε καὶ ἀγοράζετε· τοῦτο οὐκ ἐπαινῶ. Ἢ τοίνυν παῦσαι τοὺς πηλοὺς ὀνειδίζων ἡμῖν (οὔτε γὰρ τὴν πόλιν σὺ δεδημιούργηκας, οὔτε τοὺς χειμῶνας ἡμεῖς)· ἢ καὶ ἡμεῖς σοι προσοίσομεν ἀντὶ τῶν πηλῶν τοὺς καπηλοὺς καὶ ὅσα αἱ πόλεις μοχθηρὰ φέρουσιν.

Intertext edge

Open linked passage

Note