Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
37.1.1
Μητέρα τιμᾶν, τῶν ὁσίων. Μήτηρ δὲ ἄλλη μὲν ἄλλου· κοινὴ δὲ πάντων, πατρίς. Ταύτην ἐτίμησας μὲν πάσῃ σου τῇ τοῦ βίου λαμπρότητι· τιμήσεις δὲ καὶ νῦν αἰδεσθεὶς ἡμᾶς ὑπὲρ ὧν πρεσβεύομεν.
37.2.1
Ἡ πρεσβεία δὲ τίς; Τὸν λογιώτατον τῶν καθ' ἑαυτόν, Εὐδόξιον τὸν ῥήτορα πάντως γινώσκεις. Τούτου παῖς, ἵν' εἴπω συντό μως, ἄλλος Εὐδόξιος καὶ βίῳ καὶ λόγῳ νῦν σοι πρόσεισι δι' ἡμῶν.
37.3.1
Ἵν' οὖν ὀνομαστότερον σεαυτὸν καταστήσῃς, γενοῦ τῷ ἀνδρὶ δεξιὸς ἐν οἷς ἂν δέηται τῆς σῆς προστα σίας.
37.4.1
Αἰσχρὸν γάρ, κοινὸν ὄντα σε τῆς πατρίδος προστάτην καὶ πολλοὺς εὖ πεποιηκότα, προσθήσω δ' ὅτι καὶ ποιήσοντα, μὴ πρὸ πάντων τιμῆσαι τὸν ἄριστον ἐν λόγοις, οὕς, εἰ μή τι ἄλλο, κατὰ τοῦτο αἰδεῖσθαι δίκαιον, ὅτι τῶν σῶν καλῶν εἰσιν ἐπαινέται.