Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
47.1.1
Πυνθάνομαί σε ταράσσεσθαι παρὰ τῆς νέας καινο τομίας καὶ πράγματα ἔχειν ἀπό τινος σοφιστικῆς τῶν κρατούντων καὶ συνήθους περιεργίας· καὶ θαυμαστὸν οὐδέν. Οὐ γὰρ ἠγνόουν τὸν φθόνον καὶ ὅτι πολλοὶ τῶν περὶ σὲ τὰ ἑαυτῶν διὰ σοῦ θεραπεύοντες καὶ τὸν σπινθῆρα τῆς μικροψυχίας ἀνάπτοντες.
47.2.1
Ἐκεῖνο μὲν οὖν οὐ δέδοικα, μή τι πάθῃς ἀφιλόσοφον ἐν τοῖς λυπηροῖς καὶ σεαυτοῦ καὶ ἡμῶν ἀνάξιον. Ἀλλ' ἡγοῦμαι νῦν δὴ καὶ μάλιστα γνωρισθήσεσθαι τὸν ἐμὸν Βασίλειον, καὶ ἣν ἐν παντὶ τῷ χρόνῳ συνελέξω φιλοσοφίαν, διαδειχθήσεσθαι, καὶ ὑπερσχήσειν τὰς ἐπηρείας, ὥσπερ ὑψηλῷ κύματι, καὶ μενεῖν ἄσειστον, ἄλλων τινασσομένων.
47.3.1
Εἰ δὲ δοκεῖ, καὶ αὐτὸς παρέσομαι, τυχὸν μὲν καὶ γνώμης τινὸς κοι νωνήσων (εἴπερ ὕδατος δεῖται θάλασσα καὶ σὺ τοῦ συμβουλεύσοντος)· πάντως δέ, ὠφεληθησόμενος καὶ φιλοσοφήσων τὸ συνυβρίζεσθαι.

Intertext edge

Open linked passage

Note