Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
49.1.1
Ἐγκαλεῖς ἡμῖν ἀργίαν καὶ ῥᾳθυμίαν, ὅτι μὴ τὰ σὰ Σάσιμα κατειλήφαμεν μηδ' ἐπισκοπικῶς κινούμεθα μηδ', ὥσπερ κυσὶ βρῶμα ῥιφὲν ἐν μέσῳ, κατ' ἀλλήλων ὑμᾶς ὁπλίζομεν· ἐμοὶ δὲ μεγίστη πρᾶξίς ἐστιν ἡ ἀπραξία.
49.2.1
Καὶ ἵν' εἰδῇς τι τῶν ἐμῶν καλῶν, τοσοῦτον τῇ ἀπραγ μοσύνῃ φιλοτιμοῦμαι, ὥστ' οἴεσθαι καὶ νόμος εἶναι πᾶσι τῆς περὶ τοῦτο μεγαλοψυχίας.
49.3.1
Καὶ ὡς εἰ πάντες ἡμᾶς ἐμιμοῦντο, οὐδὲν ἂν ἦν πρᾶγμα ταῖς Ἐκκλησίαις οὐδ' ἂν ἡ πίστις παρεσύρετο, τῶν ἰδίων ἑκάστῳ φιλονεικιῶν ὅπλον τυγχάνουσα.