Gregory of Nazianzus PG 35-38
Epistulae
Epis 50.7.1
Choose a text
More by Gregory of Nazianzus (gregory-of-nazianzus)
—
Pg Scrape Grc
50.7.1
Τοῦτο ὑπέστην, ἵνα μὴ τὸ πρότερον γένηται, τὸ πᾶν ἐφ' ὑμῖν ποιούμενος, εἰ βούλεσθε συναγαγεῖν αὐτούς, καὶ ὅπου, καὶ πηνίκα· ὅπερ τιμῶντος ἦν, οὐχ ὑβρίζοντος. Ἐπειδὴ δ' οὐδὲ τοῦτο ἀδικοῦμεν, εἰπὲ τὸ λειπόμενον. Εἰ δὲ δεῖ παρ' ἐμοῦ τοῦτο μαθεῖν ὑμᾶς, αὐτὴν ὑμῖν ἀναγνώ σομαι τὴν Ἀνθίμου ἐπιστολήν, ἥν, ὅτε κατέσχε Λίμνας, ἡμῶν ἀπαγορευόντων καὶ ἀπειλούντων, ἐπέσταλκε πρὸς ἡμᾶς, ὑβρίζων καὶ ὀνειδίζων καὶ ὥσπερ ἐπινίκιόν τινα καθ' ἡμῶν ᾄδων ὡς ἡττημένων.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).