Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
57.1.1
ΤΗΙ ΑΥΤΗΙ Τὸ παριππεῦσαν ἔτος κρυμὸς γέγονε τῇ πατρίδι βαρὺς καὶ τὰς βλεφαρίδας τῶν ἀμπέλων τὰς ἤδη πρὸς ὠδῖνας λυομένας ἀνέκοψεν· αἱ δὲ ἀπομείνασαι στεῖραι αὐχμηρὰς καὶ ἀβρόχους τὰς φιάλας ἐξειργάσαντο.
57.2.1
Τί δή ποτ' οὖν σοι τὴν τῶν φυτῶν ἀκαρπίαν ἐκτραγῳ δῆσαι προήχθημεν; Ἵνα γένῃ ἡμῖν, κατὰ τὸν Σολομῶντα, καὶ αὐτὴ ἄμπελος κυπρίζουσα20 καὶ κατάκαρπος κλη ματίς, οὐ βότρυν ἐξανθήσασα, ἀλλὰ τῶν βοτρύων ἐκθλίψασα τοῖς διψῶσι τὴν δρόσον.
57.3.1
Τίνες δέ εἰσιν οἱ διψῶντες; οἱ τὸν περίβολον τῆς συνόδου τειχίζοντες. Τούτους ὀρεινῷ μεθύσματι ποτίζειν οὐκ ἔχων ἐγώ, ἐπὶ τὴν πολυστάφυλόν σου κεχώρηκα δεξιάν, ἵν' ἡμῖν ἐκ ποταμίας τοὺς σοὺς κελεύσῃς ἐπιρρεῦσαι κρούνους.
57.4.1
Τοῦτο γὰρ τάχος ποιήσασα πολλῶν μὲν στόματα ξηρὰ θεραπεύ σεις, εὐφρανεῖς δὲ πρῶτον ὡς ἔνι μάλιστα καὶ τὸν Ἀττικιστὴν ἐπαίτην ἐμέ.

Intertext edge

Open linked passage

Note