Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
60.1.1
ΑΥΤΩΙ Τοῦ πληρωθῆναί σοι τὸ ἐπίταγμα, τὸ μέν τί ἐστιν ἐφ' ἡμῖν· τὸ δέ γε καί, οἶμαι, τὸ πλέον, ἐπὶ τῇ σῇ εὐλαβείᾳ. Ἐφ' ἡμῖν μέν, τὸ τῆς ὁρμῆς καὶ τῆς προθυμίας· οὔτε γὰρ ἄλλοτέ ποτε τὴν σὴν συντυχίαν ἐφύγομεν (τί μὲν οὖν;), ἀλλ' ἀεὶ τοσοῦτον ταύτην μεταδιώκομεν καὶ νῦν πλέον ταύτην ποθοῦμεν.
60.2.1
Ἐπὶ δὲ τῇ σῇ ὁσιότητι τὸ διορθωθῆναι τὰ ἡμέτερα· προσεδρεύομεν γὰρ τῇ κυρίᾳ τῇ μητρὶ πολὺν ἤδη καμνούσῃ χρόνον ἐξ ἀρρωστίας. Καὶ εἰ μὴ μέλλοιμεν ἀμφιβόλως αὐτὴν καταλείψειν, οὐ ζημιωθησόμεθα, εὖ ἴσθι, τὴν παρουσίαν. Μόνον ταῖς εὐχαῖς τῇ μὲν πρὸς ὑγείαν, ἡμῖν δὲ πρὸς τὴν ὁδὸν ἐπικού ρησον.

Intertext edge

Open linked passage

Note