Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
65.1.1
Τὰ πάντα τίμιος ὢν ἡμῖν καὶ τῶν φίλων ἐν τοῖς γνησίοις, ὁ αἰδεσιμώτατος ἡμῶν Εὐπράξιος ὁ ἀδελφὸς τιμιώτερος ὤφθη καὶ γνησιώτερος ἐκ τῆς περὶ σὲ διαθέσεως, ὅς γε καὶ νῦν οὕτως ὥρμησε πρὸς τὴν σὴν θεοσέβειαν, ἵν' εἴπω τὸ τοῦ Δαυΐδ, ὡς ἔλαφος πολὺ δίψος, τὸ οὐ φορητόν, ποτίμῳ καὶ καθαρᾷ τῇ πηγῇ καταψύχουσα.
65.2.1
Καὶ μακάριος ὁ σοὶ πλησιάζειν ἠξιωμένος, μακαριώ τερος δὲ ὁ τοῖς ὑπὲρ Χριστοῦ παθήμασι καὶ τοῖς ὑπὲρ ἀληθείας ἰδρῶσι τοιαύτην ἐπιθεὶς κορωνίδα ἧς ὀλίγοι τῶν φοβουμένων τὸν Θεὸν τετυχήκασιν.
65.3.1
Οὐ γὰρ ἀβασάνιστον ἐπεδείξω τὴν ἀρετήν, οὐδὲ ἐν εὐδίας καιρῷ μόνον ὄρθιος ἔπλευσας καὶ τὰς τῶν ἄλλων ψυχὰς ἐκυβέρ νησας, ἀλλ' ἐν ταῖς δυσχερείαις τῶν πειρασμῶν διεφάνης καὶ τῶν διωκόντων γέγονας ὑψηλότερος τῷ γενναίως μεταναστῆναι τῆς ἐνεγκούσης.
65.4.1
Καὶ ἄλλοι μὲν τὸ πατρῷον ἔδαφος ἔχουσιν, ἡμεῖς δὲ τὴν ἄνω πόλιν· ἄλλοι τὸν ἡμέτερον ἴσως θρόνον, ἡμεῖς δὲ τὸν Χριστόν· ὢ τῆς πραγματείας, οἵων ὑπεριδόντες οἷα κεκομίσμεθα. Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος20, πιστεύω δὲ ὅτι καὶ ἐξελευσόμεθα εἰς ἀναψυχήν20. 65. 5 Οὐ γὰρ εἰς τέλος ἐγκαταλείψει ἡμᾶς ὁ Θεός, οὐδὲ περιόψεται τὸν ὀρθὸν λόγον δεδιωγμένον, ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν ἡμῶν20 αἱ παρακλήσεις20 αὐτοῦ εὐφρανοῦσιν20 ἡμᾶς. Τοῦτο μὲν οὖν καὶ πιστεύομεν καὶ εὐχόμεθα. Σὺ δέ, παρακαλῶ, ὑπερεύχου τῆς
65.5.1
ταπεινώσεως ἡμῶν·
65.6.1
καὶ ὁσάκις ἂν ἐμπίπτῃ καιρός, καὶ εὐλογεῖν ἡμᾶς διὰ γραμμά των μὴ κατόκνει καὶ εὐθυμοτέρους ποιεῖν τὰ κατὰ σαυτὸν δηλῶν, ὃ ποιῆσαι καὶ νῦν κατηξίωσας.

Intertext edge

Open linked passage

Note