Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
66.1.1
Καὶ γράφων καὶ μεμνημένος εὐφραίνεις ἡμᾶς, καί, ὃ τούτου μεῖζον, εὐλογῶν ἐν τοῖς γράμμασιν. Ἡμεῖς δέ, εἰ ἦμεν ἄξιοι τῶν σῶν παθημάτων καὶ τῆς ὑπὲρ Χριστοῦ καὶ διὰ Χριστὸν ἀθλήσεως, κατηξιώθημεν ἂν καὶ μέχρι σοῦ γενόμενοι περιπτύξασθαί σου τὴν θεοσέβειαν καὶ τύπον λαβεῖν τῆς ἐν τοῖς παθήμασι καρτερίας.
66.2.1
Ἐπειδὴ δὲ ἀνάξιοι τούτου τυγχάνομεν, πολλαῖς θλίψεσι καὶ ἀσχολίαις ἐνοχλούμενοι, ὃ δεύτερόν ἐστι ποιοῦμεν· προσαγορεύομεν πρὸς τὴν τελειότητά σου καὶ ἀξιοῦμεν μὴ ἀποκάμνειν σε μεμνημένον ἡμῶν.
66.3.1
Οὐ γὰρ ὠφέλεια ἡμῖν μόνον τῶν σῶν καταξιοῦσθαι γραμμάτων, ἀλλὰ καὶ καύχημα πρὸς τοὺς πολλοὺς καὶ καλλώπισμα ὅτι λόγος ἡμῶν ἐστι παρ' ἀνδρὶ τοσούτῳ τὴν ἀρετὴν καὶ τοσαύτην ἔχοντι πρὸς Θεὸν οἰκειότητα ὥστε καὶ ἄλλους οἰκειοῦν δύνασθαι καὶ λόγῳ καὶ ὑποδείγματι.

Intertext edge

Open linked passage

Note