Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
74.1.1
συνεκδημῶ διὰ τῆς ἀγάπης ὑμῖν· πάντα γὰρ ὁ πόθος κοινοποιεῖ τὰ ἡμέτερα. Καὶ πολλὰς ἐλπίδας ἔχω, τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ θαρρῶν καὶ ταῖς ὑμετέραις εὐχαῖς, ὅτι πάντα κατὰ νοῦν ὑμῖν ἐκβήσεται καὶ ἡ καταιγὶς εἰς αὔραν λυθήσεται καὶ τοῦτον ὑμῖν ὁ Θεὸς τῆς ὀρθοδοξίας δώσει μισθὸν τὸ τοὺς ἐπηρεάζοντας ὑπερσχεῖν.
74.2.1
Μάλιστα μὲν οὖν ἴδοιμεν ὑμᾶς ἐν τάχει καὶ ἀπολάβοιμεν ὡς εὐχόμεθα. Εἰ δὲ χρονίζοιτε, τῶν πραγμάτων οὕτω τυπούντων, γράμμασι γοῦν εὐφραίνειν ἡμᾶς μὴ ἀπαξιοῦτε δηλοῦσι τὰ ὑμέτερα καὶ προσεύχεσθαι τὰ συνήθη περὶ ἡμῶν. Ἐρρωμένους ὑμᾶς καὶ τοῖς πᾶσιν εὐθύμους ὁ ἀγαθὸς Θεὸς χαρίσαιτο, τῆς Ἐκκλησίας τὸ κοινὸν ἔρεισμα.