Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
76.1.1
Καὶ τοῦτο ἀπέκειτο τῇ μοχθηρᾷ μου ζωῇ, τὸ Βασι λείου θάνατον ἀκοῦσαι καὶ τῆς ἁγίας ἐκείνης ψυχῆς ἐκδημίαν, ἣν ἐξεδήμησεν ἀφ' ἡμῶν ἵν' ἐνδημήσῃ πρὸς Κύριον, πάντα τὸν βίον μελέτην τούτου πεποιημένος.
76.2.1
Ἀλλ' ἐγὼ μὲν μετὰ τῶν ἄλλων καὶ τοῦτο ἀφῄρημαι διὰ τὸ καὶ νῦν ἔτι πονηρῶς ἔχειν τοῦ σώματος καὶ λίαν ἐπικινδύνως, τὸ καὶ περιπτύξασθαι τὴν ἁγίαν κόνιν καί σοι παρεῖναι τὰ εἰκότα φιλοσοφοῦντι καὶ τοὺς κοινοὺς ἡμῶν φίλους παραμυθήσασθαι.
76.3.1
Τὸ γὰρ τὴν τῆς Ἐκκλησίας ἰδεῖν ἐρημίαν, τοιαύτην ἀποκειραμένης δόξαν καὶ τοιοῦτον ἀποσεισαμένης στέφανον, οὔτε ὄψει θεατὸν οὔτε ἀκοῇ χωρητὸν τοῖς γε νοῦν ἔχουσι.
76.4.1
Σὺ δέ μοι δοκεῖς, πολλῶν ὄντων καὶ φίλων καὶ λόγων τῶν εἰς παρά κλησιν, ὑπ' οὐδενὸς ἂν οὕτω παρακληθῆναι ὡς ὑπὸ σεαυτοῦ καὶ τῆς ἐκείνου μνήμης· οἳ καὶ τοῖς ἄλλοις πᾶσι γεγόνατε φιλοσοφίας ὑπόδειγμα καὶ οἷόν τις στάθμη πνευματικὴ τῆς τε ἐν τοῖς χρηστοῖς εὐταξίας καὶ τῆς ἐν τοῖς ἀνιαροῖς καρτερίας, ἐπειδὴ δύο ταῦτα οἶδε φιλοσοφία εὐπραξίαν τε διαθέσθαι μετρίως καὶ συμφορὰν εὐσχημόνως.
76.5.1
Ταῦτα παρ' ἡμῶν πρὸς τὴν σὴν τιμιότητα· ἐμὲ δὲ τίς παραμυθήσεται χρόνος ἢ λόγος, τὸν ταῦτα γράφοντα, πλὴν τῆς σῆς συνουσίας καὶ ὁμιλίας, ἣν ἀντὶ πάντων ἡμῖν ὁ μακάριος καταλέλοιπεν, ἵν' ἐν σοὶ τὰ ἐκείνου καθορῶντες ὥσπερ ἐν ἐσόπτρῳ καλῷ τε καὶ διαυγεῖ, κἀκεῖνον ἔχειν νομίζωμεν;

Intertext edge

Open linked passage

Note