Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
88.1.1
Ἔδει τὸ βασίλειον ἄγαλμα τὴν βασιλίδα πόλιν κοσμεῖν. Διὰ τοῦτό σε μέν, ὡς ἔπρεπεν, ἐγκόλπιον ἔχει μετὰ τῶν ἀρετῶν καὶ τῶν λόγων καὶ τῶν ἄλλων καλῶν οἷς ἡ θεία σε χάρις ἀξιοπρεπῶς κατεπλούτισεν.
88.2.1
Ἡμᾶς δὲ μακρὰν ἀπεσκυβάλισε καὶ ἀπέρριψεν ὡσανεὶ συρφετόν τινα καὶ ἄχνην καὶ κῦμα θαλάσσιον. Ἀλλ' ἐπεὶ τὰ τῶν φίλων κοινά, κοινοποιοῦμαι μὲν ἔγωγε τὴν σὴν εὐπραγίαν καὶ τῆς τε δόξης μετασχεῖν ἡγοῦμαι καὶ τῆς ἄλλης εὐημερίας.
88.3.1
Κοινώνει δὲ καὶ αὐτὸς ὅσα δεῖ τῶν ἐνταῦθα φροντίδων καὶ περιστάσεων τοῖς σοῖς ἀποδήμοις· καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε20, τοῦτο δὴ τὸ τῶν τραγῳδῶν, ἀλλὰ καὶ τῶν πόνων ἐν μέρει συναντι λαμβάνου τῷ φίλῳ, ἵνα καθόλου δίκαιος ᾖς, δικαίως καὶ ἴσως διαιτῶν φιλίᾳ καὶ φίλοις.
88.4.1
Καί σοι παραμένοι τὸ εὐπραγεῖν χρονιώτερον, ὡς καὶ εὖ δράσῃς πλεῖον, μᾶλλον δὲ ἀναφαίρετόν σοι προσείη καὶ ἀΐδιον μετὰ τὴν ἐντεῦθεν εὐημερίαν ἐπὶ τὴν ἐκεῖ διαβάντι.

Intertext edge

Open linked passage

Note