Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
Ἐπαινῶ σου τῆς ἐπιστολῆς τὸ προοίμιον. Τί δὲ τῶν σῶν οὐκ ἐπαινετόν; Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς γεγραφότες, ἐπειδή γε εἰς τὸν πρεσβυτέρου βαθμὸν ἐβιάσθημεν.
8.2.1
Καίτοι γε οὐ τοῦτο ἡμῖν ἐσπουδάζετο· ἀλλήλοις γάρ ἐσμεν, εἴπερ ἄλλοι τινές, ἀξιόπιστοι μάρ τυρες τοῦ τὴν πεζὴν στέργειν φιλοσοφίαν καὶ κάτω μένουσαν.
8.3.1
Ἀλλὰ τοῦτο μὴ γενέσθαι μὲν ἴσως ἄμεινον ἦν· ἢ οὐκ οἶδ' ὅ τι καὶ φῶ, ἕως ἂν ἀγνοῶ τὴν οἰκονομίαν τοῦ Πνεύματος.
8.4.1
Ἐπεὶ δὲ ἐγένετο, φέρειν ἀνάγκη, ὡς γοῦν ἐμοὶ καταφαίνεται, καὶ μάλιστα διὰ τὸν καιρὸν πολλὰς ἡμῖν αἱρετικῶν ἐπεισάγοντα γλώσσας καὶ μὴ καταισχύνειν μήτε τὸν ἡμέτερον βίον μήτε τὰς τῶν πεπιστευκότων ἐλπίδας.

Intertext edge

Open linked passage

Note