Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
90.1.1
ΑΝΥΣΙΩΙ Πῶς ἔχει τὰ πράγματα ἡμῖν ἐρωτᾷς. Μετά τινος ἱστορίας ἀποκρινούμεθα. Ἐπρέσβευον Ἀθηναῖοι πρὸς Λακεδαιμονίους, φησίν, ἡνίκα ἐτυραννοῦντο· ἡ πρεσβεία δὲ ἦν γενέσθαι τι αὐτοῖς ἐκεῖθεν φιλάνθρωπον.
90.2.1
Ὡς δ' ἐπανῆκον ἐκ τῆς πρεσβείας, ἔπειτα ἤρετό τις· «Πῶς ὑμῖν οἱ Λακεδαιμόνιοι;– Ὡς μὲν δούλοις, ἔφασαν, λίαν χρηστῶς· ὡς δὲ ἐλευθέροις, λίαν ὑβριστικῶς».
90.3.1
Τοῦτο οὖν καὶ αὐτὸς ἔχω γράφειν· πράττομεν γὰρ τῶν μὲν ἀπεγνωσμένων φιλανθρωπότερον, τῶν δὲ μελόντων Θεῷ φορτικώτερον. Ἥ τε γὰρ νόσος παραλυπεῖ ἔτι, μᾶλλον δὲ λίαν λυπεῖ, οἵ τε φίλοι κακοῦντες οὐκ ἀνιᾶσι καὶ τὰ δύνατα βλάπτοντες.
90.4.1
Ἀλλ' εὔχου τὸ Θεῖον εὐμενὲς ἡμῖν εἶναι, καὶ δυοῖν θάτερον ἢ φευξόμεθα τὰ δεινὰ πάντως ἢ καρτερήσομεν. Ἔστι δὲ καὶ τοῦτο ἐπιεικῶς συμφορᾶς ἐλάττωσις.