Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
91.1.1
Τὰ μὲν καθ' ἡμᾶς ἔχει ὡς ἔχει· ἄνευ πολέμου καὶ πραγμάτων καθήμεθα, σιωπῆς ἀκίνδυνον γέρας20 ἀντὶ πάντων τιμήσαντες. Καί τι καὶ ὠνάμεθα τῆς ἡσυχίας, ἐλέῳ Θεοῦ ἱκανῶς τῆς ἀρρωστίας ἀνενεγκόντες.
91.2.1
Σὺ δὲ κατευοδοῦ καὶ βασίλευε20, ὡς ὁ θεῖος Δαυΐδ φησι· καί σοι συνδιέποι τὴν ἱερωσύνην ὁ τιμήσας Θεός, πάσης ἐπηρείας ὑψηλοτέραν ταύτην χαριζόμενος.
91.3.1
Ἵνα δὲ τοῦ θαρρεῖν ἀλλήλοις ἀπόδειξιν δῶμεν καὶ μή τι πάσχωμεν ἀνθρώπινον Θεῷ παριστάμενοι, ἐγὼ μὲν ταῦτα πρεσβεύω πρὸς σέ, σὺ δέ μοι προθύμως ἐπίνευσον.
91.4.1
Τοῦ γνησιω τάτου υἱοῦ ἡμῶν Παγκρατίου κηδόμεθα, πολλῶν ἕνεκεν ἀναγκαίων τοῦτο ποιοῦντες. Τοῦτον καὶ προσίεσθαι θέλησον εὐμενῶς καὶ συστῆσαι τῶν φίλων τοῖς σπου δαιοτέροις, ὥστε τοῦ σκοποῦ τυχεῖν.
91.5.1
Ὁ δὲ σκοπός, στρατείᾳ τινὶ τὴν ἀπραγμοσύνην λαβεῖν· ἐπεὶ μηδὲ εἷς βίος ἀνεπηρέαστος τοῖς πονηροῖς, ὃ καὶ αὐτὸς γινώσκεις.

Intertext edge

Open linked passage

Note