Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
92.1.1
Πῶς ἔχει σοι τὰ τοῦ σώματος; ἢ δηλονότι βραχὺς ὁ λόγος, ὅπως ἂν ἔχοι; Περὶ δὲ τῆς ψυχῆς οὐκ ἐρήσομαι πῶς. Οἶδα γὰρ ὅτι καὶ λίαν καλῶς· ἐπειδὴ γενναίως ἐμφιλοσοφεῖς τοῖς πάθεσιν τοῦ σώματος, ὥσπερ βάσανον ἀρετῆς ἀλλ' οὐχ ὕλης ἀνωμαλίαν τὸ πρᾶγμα δεξάμενος, ἵν' ᾖ σοι τὸ κακοπαθεῖν τῆς τῶν ἄλλων ὑγείας μακαριώ τερον.
92.2.1
Δίδως καὶ ταύτην ἱκανὴν τῆς φιλοσοφίας ἀπόδειξιν, τὸ τοιαῦτα καὶ περὶ τοιούτων ἐπιτάσσειν ἡμῖν· ἃ κἂν ἄλλοις θαρρῶμεν γράφειν, ἀλλὰ τό γε ὑπὸ σοὶ κριτῇ κινδυνεύειν οὐκ ἀσφαλές. Πειρασόμεθα δ' ὅμως μὴ ἀντιλέγειν κελεύοντι.