Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
94.1.1
Ἄν τις ἔρηταί σε τῶν κοινῶν φίλων (πολλοὺς δὲ εἶναι πείθομαι τούτους)· «Ποῦ δὲ νῦν ὁ Γρηγόριος ἡμῖν; πράττει δὲ τί;», θαρρῶν φαθὶ ὅτι ἐφ' ἡσυχίας φιλοσοφεῖ, τοσαῦτα τῶν ἀδικούντων φροντίζων ὅσα τῶν οὐδὲ εἰ γεγόνασι γινωσκομένων· οὕτως ἐστὶν ἀήττητος.
94.2.1
Ἂν δέ σε πάλιν ὁ αὐτὸς ἐπανέρηται· «Πῶς δὲ τὴν διάζευξιν φέρει τῶν φίλων;», μηκέτι θαρρῶν εἴπῃς ὅτι φιλοσοφεῖ, ἀλλὰ καὶ λίαν ἀγεννῶς ἔχει.
94.3.1
Ἄλλου μὲν γὰρ ἄλλος ἥττων ἐστίν, ἡμεῖς δὲ φιλίας καὶ φίλων. Τούτων εἷς ἐστι καὶ ὁ θαυμάσιος Ἀμαζόνιος. Τάχα ἂν ἑνὶ μόνῳ θεραπεύσαις ἡμᾶς καὶ ῥᾴους ἐπὶ σοὶ ποιήσαις, εἰ μνημο νεύοις ἡμῶν καὶ ὅτι τοῦτο ποιεῖς πείθοις τοῖς γράμμασιν.