Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
98.1.1
Ὑμεῖς μοι δοκεῖτε μηδ' ἂν τῆς Διογένους πήρας, εἰ καθ' ὑμᾶς, ἀποσχέσθαι τοῦ Σινοπέως, ἀλλὰ κἀκείνῳ ἂν τὰς χεῖρας ἐπιβαλεῖν, τέχνην ἐπικαλοῦντες αὐτῷ τὸν τρίβωνα καὶ τὴν βακτηρίαν καὶ αὐτὸ τὸ κεκτῆσθαι μηδὲν ἐκ φιλοσοφίας, ἄλλοτε δὲ ἄλλῃ θύρᾳ προσφοιτᾶν εἰκῇ διαζῶντα καὶ ὅθεν ἔτυχεν, ὁπότε καὶ τῷ ἀδελφῷ Θεοτέκνῳ ζημίαν ἐπιβαλεῖν ἐπιχειρεῖτε τὴν ἐκ τῶν τεχνῶν.
98.2.1
Τί πρῶτον ἢ τί μέγιστον εἴπω τῶν ὑπὲρ αὐτοῦ δικαίων; ὡς διάκονός ἐστιν, ἢ ὡς ἄπορος, ἢ ὡς ξένος καὶ ἄλλοις μᾶλλον ἡμῶν προσήκων, ἢ ὅτι τὸν βίον αἰδέσιμος καὶ τῶν μαρτύρων ἱερεὺς καὶ πάροικος;
98.3.1
Ἴστε δὲ ὅτι καὶ ξενοτροφεῖ παρὰ δύναμιν. Καὶ τοῦτο ἴσως ἀδικεῖ μόνον ὅτι μόνος τῶν αὐτόθι βιάζεται εἶναι χρηστούς.
98.4.1
Τούτων ὅ τι μὲν μέγιστόν ἐστιν αὐτοὶ κρίνατε· τῷ δὲ ἀνθρώπῳ διὰ πάντα συγχωρήσατε, μὴ δόξητε μικρὰ τὸ κοινὸν ὠφελοῦντες μεγάλα ζημιοῦσθαι αὐτοί, γυμνόν, ὃ δὴ λέγεται, μὴ ἀμφιεννύντες, ἀλλ' ἀποδύοντες.

Intertext edge

Open linked passage

Note