Funebris in laudem Caesarii fratris oratio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1.1
Τοῦτό σοι, Καισάριε, παρ' ἐμοῦ τὸ ἐντάφιον· αὗται τῶν ἐμῶν λόγων αἱ ἀπαρχαί, οὓς κρυπτομένους πολ λάκις μεμψάμενος ἐπὶ σεαυτὸν γυμνώσειν ἔμελλες. Οὗτος ὁ παρ' ἐμοῦ κόσμος, σοὶ δὲ κόσμου παντός, εὖ οἶδα, φίλτα τος· 16. 2 οὐ σηρῶν περιρρέοντα καὶ μαλακὰ νήματα, οἷς οὐδὲ περιὼν ἔχαιρες κατὰ τοὺς πολλούς, ἀρετῇ μόνῃ κοσ μούμενος, οὐδὲ λίνου διαφανοῦς ὑφάσματα, οὐδὲ μύρων πολυ τίμων ἐπιχύσεις, ἃ ταῖς γυναικωνίτισιν ἀπεπέμπου καὶ πρό τερον, καὶ ὧν ἡμέρα μία λύει τὴν εὐωδίαν, οὐδ' ἄλλο τι τῶν μικρῶν καὶ τοῖς μικροῖς τιμίων, ἃ πάντα κατέκρυψεν ἂν σήμερον ὁ πικρὸς λίθος οὗτος μετὰ τοῦ καλοῦ σώματος.
16.3.1
Ἐρρέτωσάν μοι καὶ ἀγῶνες Ἑλληνικοὶ καὶ μῦθοι, δι' ὧν ἔφηβοι δυστυχεῖς ἐτιμήθησαν, μικρὰ μικρῶν ἀγωνισμά των προτιθέντες τὰ ἔπαθλα· καὶ ὅσα διὰ χοῶν τε καὶ ἀπαργμάτων, ἢ στεμμάτων τε καὶ ἀνθέων νεοδρέπτων, ἀφοσιοῦνται τοὺς ἀπελθόντας ἀνθρώπους, νόμῳ πατρίῳ μᾶλ λον καὶ ἀλογίᾳ πάθους ἢ λόγῳ δουλεύοντες.
16.4.1
Τὸ δὲ ἐμὸν δῶρον, λόγος, ὃ τάχα καὶ ὁ μέλλων ὑπολήψεται χρόνος ἀεὶ κινούμενον, καὶ οὐκ ἐῶν εἰς τὸ παντελὲς ἀπελθεῖν τὸν ἐνθένδε μεταχωρήσαντα, φυλάσσον δὲ ἀεὶ καὶ ἀκοαῖς καὶ ψυχαῖς τὸν τιμώμενον, καὶ πινάκων ἐναργεστέραν προτιθεὶς τὴν εἰκόνα τοῦ ποθουμένου.