Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris in laudem Caesarii fratris oratio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1.1
Τοιοῦτος ὁ βίος ἡμῶν, ἀδελφοί, τῶν ζώντων πρόσκαιρα· τοιοῦτο τὸ ἐπὶ γῆς παίγνιον· οὐκ ὄντας γενέσθαι, καὶ γενομένους ἀναλυθῆναι. Ὄναρ ἐσμὲν οὐχ ἱστάμε νον, φάσμα τι μὴ κρατούμενον, πτῆσις ὀρνέου παρερχομέ νου, ναῦς ἐπὶ θαλάσσης ἴχνος οὐκ ἔχουσα, κόνις, ἀτμίς, ἑωθινὴ δρόσος, ἄνθος καιρῷ φυόμενον καὶ καιρῷ λυόμενον.
19.2.1
«Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει»· καλῶς ὁ θεῖος Δαβὶδ περὶ τῆς ἀσθενείας ἡμῶν ἐφιλοσόφησεν· καὶ ἐν ἐκείνοις πάλιν τοῖς ῥήμασι· «Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι»· καὶ παλαιστῶν μέτρον τὰς ἀνθρωπίνας ἡμέρας ὁρί ζεται. Τί δ' ἂν εἴποις πρὸς Ἱερεμίαν, ὃς καὶ τῇ μητρὶ μέμφεται τῆς γεννήσεως ἀλγῶν, καὶ ταῦτα ἐπ' ἀλλοτρίοις πταίσμασι;
19.3.1
«Πάντα εἶδον, φησὶν ὁ Ἐκκλησιαστής, πάντα ἐπῆλθον λογισμῷ τὰ ἀνθρώπινα, πλοῦτον, τρυφήν, δυναστείαν, δόξαν τὴν ἄστατον, σοφίαν τὴν ὑποφεύγουσαν πλέον ἢ κρατουμένην, πάλιν τρυφήν, σοφίαν πάλιν, ἐπὶ τὰ αὐτὰ πολλάκις ἀνακυκλούμενος, γαστρὸς ἡδονάς, παραδεί σους, πλῆθος οἰκετῶν, πλῆθος κτημάτων, οἰνοχόους καὶ οἰνοχόας, ᾄδοντας καὶ ᾀδούσας, ὅπλα, δορυφόρους, ἔθνη προσπίπτοντα, φόρους συλλεγομένους, ὀφρῦν βασιλείας, ὅσα περιττὰ τοῦ βίου, ὅσα τῶν ἀναγκαίων, οἷς ὑπὲρ πάν τας ἦλθον βασιλεῖς τοὺς ἔμπροσθεν, καὶ τί ἐπὶ πᾶσι τού τοις;
19.4.1
Πάντα ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, εἴτ' οὖν ὁρμή τις ψυχῆς ἀλόγιστος, καὶ περισπασμὸς ἀνθρώπου, τοῦτο κατακριθέν τος, ἴσως ἐκ τοῦ παλαιοῦ πτώματος· τἀλλά, τέλος λόγου, φησὶ, τὸ πᾶν ἄκουε, τὸν Θεὸν φοβοῦ». Ἐνταῦθα τῆς ἀπο ρίας ἵσταται· καὶ τοῦτό σοι μόνον τῆς ἐνταῦθα ζωῆς τὸ κέρ δος, ὁδηγηθῆναι διὰ τῆς ταραχῆς τῶν ὁρωμένων καὶ σαλευο μένων ἐπὶ τὰ ἑστῶτα καὶ μὴ κινούμενα.

Intertext edge

Open linked passage

Note