Funebris in laudem Caesarii fratris oratio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
Μήτηρ δὲ ἄνωθεν μὲν καὶ ἐκ προγόνων καθιερω μένη Θεῷ, καὶ κλῆρον ἀναγκαῖον οὐκ εἰς ἑαυτὴν μόνον, ἀλλὰ καὶ τοὺς ἐξ αὑτῆς κατάγουσα τὴν εὐσέβειαν, ἐξ ἁγίας ἀπαρχῆς ὄντως ἅγιον φύραμα· τοσοῦτον δὲ αὐτὸ αὐξήσασά τε καὶ πλεονάσασα, ὥστε ἤδη τισί, φθέγξομαι γάρ, εἰ καὶ τολμηρὸς ὁ λόγος, μηδὲ τὴν τοῦ ἀνδρὸς τελειότητα ἑτέρου τινὸς ἢ ταύτης ἔργον γενέσθαι πιστευθῆναί τε καὶ ῥηθῆναι, καὶ (ὢ τοῦ θαύματος) ἆθλον εὐσεβείας δοθῆναι μείζονα καὶ τελεωτέραν εὐσέβειαν.
4.2.1
Φιλόπαιδες ἄμφω καὶ φιλόχριστοι, τὸ παραδοξότα τον, μᾶλλον δὲ φιλόχριστοι πλέον ἢ φιλόπαιδες. Οἷς γε καὶ τῶν τέκνων μία τις ἀπόλαυσις ἦν, τὸ ἀπὸ Χριστοῦ καὶ γνωρίζεσθαι καὶ ὀνομάζεσθαι, καὶ εἷς εὐπαιδίας ὅρος, ἡ ἀρετὴ καὶ ἡ πρὸς τὸ κρεῖττον οἰκείωσις.
4.3.1
Εὔσπλαγχνοι, συμπα θεῖς, ἁρπάζοντες τὰ πολλὰ σητῶν καὶ λῃστῶν καὶ τοῦ κοσμο κράτορος, ἐκ τῆς παροικίας εἰς τὴν κατοικίαν μετασκευα ζόμενοι, καὶ κλῆρον μέγιστον τοῖς παισὶ τὴν ἐκεῖθεν λαμ πρότητα θησαυρίζοντες.
4.4.1
Οὕτω τοι καὶ εἰς λιπαρὸν ἔφθα σαν γῆρας, ὁμότιμοι καὶ τὴν ἀρετὴν καὶ τὴν ἡλικίαν, καὶ πλήρεις ἡμερῶν τῶν τε μενουσῶν ὁμοίως καὶ τῶν λυομέ νων, παρὰ τοσοῦτον ἑκάτερος οὐκ ἔχων τὰ πρῶτα τῶν ἐπὶ γῆς παρ' ὅσον ὑπ' ἀλλήλων εἰς τὸ πρωτεῖον ἐκωλύοντο· καὶ πάσης εὐδαιμονίας μέτρον ἐπλήρωσαν, πλὴν τῆς τελευ ταίας ταύτης, ὡς ἂν οἰηθείη τις, εἴτε δοκιμασίας χρὴ λέγειν, εἴτε οἰκονομίας.
4.5.1
Ἡ δέ ἐστιν, ὡς ὁ ἐμὸς λόγος, τὸν σφαλερώτερον τῶν παίδων δι' ἡλικίαν προπέμψαντες, οὕτως ἤδη καταλῦσαι τὸν βίον ἐν ἀσφαλείᾳ, καὶ πρὸς τὰ ἄνω πανοικεσίᾳ μετατεθῆναι.