Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris in laudem Caesarii fratris oratio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
Ἐπεὶ δὲ πᾶσαν ἀρετήν τε καὶ μάθησιν, ὥσπερ μεγάλη φορτὶς παντοδαπὴν ἐμπορίαν, εἰς μίαν τὴν ἑαυτοῦ ψυχὴν συλλεξάμενος, ἐπὶ τὴν ἑαυτοῦ πόλιν ἐστέλλετο, ὡς ἂν καὶ τοῖς ἄλλοις μεταδοίη τῶν καλῶν ἀγωγίμων τῆς ἑαυτοῦ παιδεύσεως, ἐνταῦθά τι καὶ συνηνέχθη πρᾶγμα θαυμάσιον· οὐδὲν δὲ οἶον (καὶ γὰρ ἐμέ γε μάλιστα πάντων εὐφραίνει τοῦτο μνημονευθέν, καὶ ὑμᾶς ἂν ἡδίους ποιήσειεν) ἐν βραχεῖ διηγήσασθαι.
8.2.1
Ηὔχετο μὲν ἡ μήτηρ εὐχὴν μητρικήν τινα καὶ φιλό παιδα, ὥσπερ ἐξέπεμψεν ἀμφοτέρους, οὕτω καὶ σὺν ἀλλή λοις ἐπανελθόντας ἰδεῖν. Ξυνωρὶς γὰρ ἐδοκοῦμέν τις, καὶ εἰ μὴ τοῖς ἄλλοις, μητρί γ' οὖν, εὐχῆς καὶ θέας ἀξία σὺν ἀλλήλοις ὁρώμενοι, ἡ νῦν κακῶς ὑπὸ τοῦ φθόνου διαλυ θεῖσα· 8. 3 Θεοῦ δὲ οὕτω κινήσαντος, ὃς ἀκούει δικαίας εὐχῆς καὶ φίλτρον τιμᾷ γονέων εἰς παῖδας εὐγνώμονας, ἐξ οὐδεμιᾶς ἐπινοίας οὐδὲ συνθήματος, ὁ μὲν ἀπὸ τῆς Ἀλεξανδρείας, ὁ δὲ ἀπὸ τῆς Ἑλλάδος, κατὰ τὸν αὐτὸν χρόνον εἰς τὴν αὐτὴν πόλιν, ὁ μὲν ἀπὸ γῆς, ὁ δὲ ἀπὸ θα λάσσης, κατήραμεν.
8.4.1
Ἡ πόλις δὲ ἦν τὸ Βυζάντιον, ἡ νῦν προκαθεζομένη τῆς Εὐρώπης πόλις· ἐν ᾗ τοσοῦτον Καισάριος κλέος οὐ πολλοῦ χρόνου διελθόντος ἠνέγκατο, ὥστε δημοσίας τιμὰς αὐτῷ καὶ γάμον τῶν εὐδοκίμων καὶ τῆς συγκλήτου βουλῆς μετουσίαν προτεθῆναι, καὶ πρὸς βασιλέα πρεσβείαν σταλῆναι τὸν μέγαν ἀπὸ κοινοῦ δόγμα τος, τὴν πρώτην πόλιν τῷ πρώτῳ λογίων κοσμηθῆναί τε καὶ τιμηθῆναι, εἴ τι μέλον αὐτῷ τοῦ πρώτην ἀληθῶς εἶναι καὶ τῆς ἐπωνυμίας ἀξίαν, 8. 5 καὶ τοῦτο προστεθῆναι πᾶσι τοῖς ὑπὲρ αὐτῆς διηγήμασι, τὸ Καισαρίῳ καλλωπίζεσθαι καὶ ἰατρῷ καὶ οἰκήτορι, καίτοι γε μετὰ τῆς ἄλλης λαμ πρότητος, πολλοῖς καὶ μεγάλοις εὐθηνουμένην ἀνδράσι, κατά τε φιλοσοφίαν κατά τε τὴν ἄλλην παίδευσιν.
8.6.1
Ἀλλὰ τοῦτο μὲν ἱκανῶς. Τότε δ' οὖν τὸ γενόμενον τοῖς μὲν ἄλλοις συντυχία τις ἔδοξεν ἄλογος καὶ ἀναίτιος, οἷα φέρει πολλὰ τὸ αὐτόματον ἐν τοῖς ἡμετέροις· τοῖς δὲ φιλοθέοις καὶ λίαν εὔδηλον ἦν, μὴ ἄλλο τι τὸ συμβὰν εἶναι ἢ γονέων θεοφιλῶν ἔργον, ἐκ γῆς καὶ θαλάττης τοὺς παῖδας συναγόντων εἰς μίαν εὐχῆς ἐκπλήρωσιν.

Intertext edge

Open linked passage

Note