Funebris in laudem Caesarii fratris oratio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
Φέρε μηδὲ τοῦτο τῶν Καισαρίου καλῶν παρέλθω μεν, ὃ τοῖς μὲν ἄλλοις ἴσως μικρὸν καὶ οὐδὲ μνήμης ἄξιον, ἐμοὶ δὲ καὶ τότε καὶ νῦν μέγιστον ἔδοξεν, εἴπερ τῶν ἐπαι νετῶν ἡ φιλαδελφία, καὶ οὐ παύσομαι τιθεὶς ἐν πρώτοις, ὁσάκις ἂν τὰ ἐκείνου ἐκδιηγῶμαι.
9.2.1
Κατεῖχε μὲν αὐτὸν αἷς εἶπον τιμαῖς ἡ πόλις, καὶ οὐδ' ἂν εἴ τι γένοιτο μεθήσειν ἔφασκεν· ἐγὼ δὲ ἀνθέλκων ἴσχυσα, ὁ πάντα Καισαρίῳ πολὺς καὶ τίμιος, καὶ τοῖς γονεῦσι τὴν εὐχὴν πληρῶσαι, καὶ τῇ πατρίδι τὸ χρέος, καὶ ἐμαυτῷ τὸν πόθον, 9. 3 λαβὼν τῆς ὁδοῦ κοινωνὸν καὶ συνέμ πορον, καὶ προτιμηθεὶς οὐ πόλεων καὶ δήμων μόνον, οὐδὲ τιμῶν καὶ πόρων, οἳ πολλοὶ καὶ πολλαχόθεν, οἱ μὲν συνέρρεον ἐκείνῳ, οἱ δὲ ἠλπίζοντο, ἀλλὰ καὶ αὐτοῦ βασι λέως σχεδόν, καὶ τῶν ἐκεῖθεν ἐπιταγμάτων.
9.4.1
Ἐντεῦθεν ἐγὼ μὲν φιλοσοφεῖν διέγνων, καὶ πρὸς τὸν ἄνω βίον μεθαρμοσθῆναι, ὥσπερ τινὰ βαρὺν δεσπότην καὶ ἀρρώστημα χαλεπὸν πᾶσαν φιλοτιμίαν ἀποσεισάμενος· μᾶλλον δὲ ὁ μὲν πόθος πρεσβύτερος, ὁ δὲ βίος ὕστερος.
9.5.1
Τὸν δέ, τὰ πρῶτα τῆς παιδεύσεως ἀναθέντα τῇ ἑαυτοῦ πατρίδι καὶ θαυμασθέντα τῶν πόνων ἀξίως, μετὰ τοῦτο δόξης ἐπιθυμία καὶ τοῦ προστατεῖν τῆς πόλεως, ὡς ἐμέ γε συνέπειθε, τοῖς βασιλείοις δίδωσιν, οὐ πάνυ μὲν ἡμῖν φίλα ποιοῦντα καὶ κατὰ γνώμην (καὶ γὰρ ἀπολογήσομαι πρὸς ὑμᾶς, ὅτι πολλοστὸν τετάχθαι παρὰ Θεῷ κρεῖττον εἶναι δοκεῖ τε καὶ ὑψηλότερον ἢ παρὰ τῷ κάτω βασιλεῖ τὰ πρῶτα φέρεσθαι), οὐ μὴν ἄξιός γε μέμψεως.
9.6.1
Φιλοσο φεῖν μὲν γὰρ ὅσῳ μέγιστον, τοσούτῳ καὶ χαλεπώτατον, καὶ οὐ πολλῶν τὸ ἐγχείρημα, οὐδ' ἄλλων ἢ τῶν ὑπὸ τῆς θείας προκεκλημένων μεγαλονοίας, ἣ τοῖς προῃρημένοις καλῶς χεῖρα δίδωσιν· 9. 7 οὐ μικρὸν δὲ εἴ τις, τὸν δεύτερον προστησάμενος βίον, καλοκαγαθίας μεταποιοῖτο, καὶ πλείω λόγον ἔχοι Θεοῦ καὶ τῆς ἑαυτοῦ σωτηρίας ἢ τῆς κάτω λαμπρότητος· καὶ τὴν μὲν ὡς σκηνὴν προβάλλοιτο, ἤ τι προσωπεῖον τῶν πολλῶν καὶ προσκαίρων, τὸ τοῦ κόσμου τούτου δρᾶμα ὑποκρινόμενος, αὐτὸς δὲ ζῴη Θεῷ, μετὰ τῆς εἰκόνος ἣν οἶδε παρ' ἐκείνου λαβὼν καὶ ὀφείλων τῷ δεδω κότι· ὅπερ ἀμέλει καὶ Καισάριον διανοηθέντα γινώσκομεν.