Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1.1
Τίς οὐκ οἶδε τὸν τούτου πατέρα, Βασίλειον, τὸ μέγα παρὰ πᾶσιν ὄνομα,
10.1.2
ὃς πατρικῆς εὐχῆς ἔτυχεν, ἵνα μὴ λέγω μόνος, εἴπερ τις ἀνθρώπων; Παντὸς γὰρ
10.1.3
κρατῶν ἀρετῇ, παρὰ τοῦ παιδὸς κωλύεται μόνου τὸ πρωτεῖον ἔχειν. Τίς Ἐμμελίαν,
10.1.4
τὴν ὅπερ ἐγένετο προκληθεῖσαν ἢ γενομένην ὃ προεκλήθη, τὴν τῆς ἐμμελείας ὄντως
10.1.5
φερώνυμον, ἣ τοῦτο ἐν γυναιξὶν ὤφθη, εἰ δεῖ συντόμως εἰπεῖν, ὅπερ ἐν ἀνδράσιν
10.1.6
ἐκεῖνος· 10. 2 ὥστ' εἴπερ ἔδει δουλεύσαντα πάντως τῇ φύσει τὸν νῦν εὐφημούμενον
10.1.7
ἀνθρώποις δοθῆναι ὥσπερ τινὰ τῶν πάλαι παρὰ Θεοῦ δεδομένων εἰς κοινὸν ὄφελος,
10.1.8
μήτε ἐξ ἄλλων μᾶλλον ἁρμόζειν ἢ ἐκείνων τοῦτον γενέσθαι, μήτε ἐκείνοις ἑτέρου
10.1.9
μᾶλλον ἢ τοῦδε πατράσιν ὀνομασθῆναι· ὅπερ οὖν καλῶς ποιοῦν καὶ συνέδραμεν.
10.3.1
Ἐπεὶ δὲ τὰς ἀπαρχὰς τῶν ἐπαίνων νόμῳ θείῳ πειθόμενοι, ὃς πατράσι κελεύει
10.3.2
πᾶσαν νέμειν τιμήν, τοῖς μνη μονευθεῖσιν ἀποδεδώκαμεν, ἐπ' αὐτὸν ἴωμεν ἤδη,
10.3.3
τοσοῦτον εἰπόντες, ὃ καὶ πᾶσιν ἂν οἶμαι δόξειεν ἀληθῶς λέγεσθαι τοῖς ἐκεῖνον
10.3.4
ἐπισταμένοις, ὅτι μόνης ἡμῖν ἔδει τῆς ἐκείνου φωνῆς ἐκεῖνον ἐγκωμιάζουσιν. 10. 4 Ὁ
10.3.5
γὰρ αὐτὸς ὑπόθεσίς τε λαμ πρὰ τοῖς ἐπαινοῦσι, καὶ μόνος τῇ τοῦ λόγου δυνάμει τῆς
10.3.6
ὑποθέσεως ἄξιος. Κάλλους μὲν δὴ καὶ ῥώμης καὶ μεγέθους, οἷς τοὺς πολλοὺς ὁρῶ
10.3.7
χαίροντας, τοῖς βουλομένοις παρα χωρήσομεν· οὐχ ὅτι κἀν τούτοις ἔλαττόν τινος
10.3.8
ἠνέγκατο τῶν μικρολόγων καὶ περὶ τὸ σῶμα καλινδουμένων, ἕως ἦν ἔτι νέος καὶ
10.3.9
οὔπω φιλοσοφίᾳ τῶν σαρκῶν κατεκράτησεν· 10. 5 ἀλλ' ἵνα μὴ ταὐτὸν πάθω τοῖς
10.3.10
ἀπειροτέροις τῶν ἀθλητῶν, οἳ τὴν ἰσχὺν ἐν τοῖς εἰκῇ παλαιομένοις καὶ παρέργοις
10.3.11
κενώσαντες, ἥττους ἐν τοῖς καιρίοις εὑρίσκονται, καὶ τοῖς ἐξ ὧν τὸ νικᾶν ὑπάρχει
10.3.12
καὶ στεφανίτας ἀναγορεύεσθαι. Ἃ δὲ οὐδαμῶς ἂν εἰπὼν οἶμαι περιττὸς δόξειν οὐδὲ
10.3.13
ἔξω τοῦ σκοποῦ βάλλειν τὸν λόγον, ταῦτ' ἐπαινέσομαι.