Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1.1
Οἶμαι δὲ πᾶσιν ἀνωμολογῆσθαι τὸν νοῦν ἐχόντων, παίδευσιν τῶν παρ'
11.1.2
ἡμῖν ἀγαθῶν εἶναι τὸ πρῶτον· οὐ ταύ την μόνην τὴν εὐγενεστέραν καὶ ἡμετέραν, ἣ
11.1.3
πᾶν τὸ ἐν λόγοις κομψὸν καὶ φιλότιμον ἀτιμάζουσα μόνης ἔχεται τῆς σωτηρίας καὶ
11.1.4
τοῦ κάλλους τῶν νοουμένων· ἀλλὰ καὶ τὴν ἔξωθεν, ἣν οἱ πολλοὶ Χριστιανῶν
11.1.5
διαπτύουσιν, ὡς ἐπίβουλον καὶ σφαλερὰν καὶ Θεοῦ πόρρω βάλλουσαν, κακῶς
11.1.6
εἰδότες. 11. 2 Ὥσπερ γὰρ οὐρανὸν καὶ γῆν καὶ ἀέρα καὶ ὅσα τούτων, οὐκ ἐπειδὴ
11.1.7
κακῶς τινες ἐξειλήφασιν ἀντὶ Θεοῦ τὰ τοῦ Θεοῦ σέβοντες, διὰ τοῦτο περιφρονητέον·
11.1.8
ἀλλ' ὅσον χρήσιμον αὐτῶν καρπούμενοι πρός τε ζωὴν καὶ ἀπόλαυσιν ὅσον
11.1.9
ἐπικίνδυνον διαφεύγομεν, οὐ τῷ κτίστῃ τὴν κτίσιν ἐπαν ιστάντες κατὰ τοὺς
11.1.10
ἄφρονας, ἀλλ' ἐκ τῶν δημιουργημά των τὸν δημιουργὸν καταλαμβάνοντες, καὶ ὅ
11.1.11
φησιν ὁ θεῖος Ἀπόστολος, αἰχμαλωτίζοντες πᾶν νόημα εἰς Χριστόν· 11. 3 ὡς δὲ καὶ
11.1.12
πυρὸς καὶ τροφῆς καὶ σιδήρου καὶ τῶν ἄλλων οὐδὲν καθ' ἑαυτὸ χρησιμώτατον ἴσμεν
11.1.13
ἢ βλαβερώτατον, ἀλλ' ὅπως ἂν δοκῇ τοῖς χρωμένοις· ἤδη δὲ καὶ τῶν ἑρπυστικῶν
11.1.14
θηρίων ἔστιν ἃ τοῖς πρὸς σωτηρίαν φαρμάκοις συνεκεράσαμεν· οὕτω καὶ τούτων τὸ
11.1.15
μὲν ἐξεταστικόν τε καὶ θεωρητικὸν ἐδεξάμεθα, ὅσον δὲ εἰς δαίμονας φέρει καὶ
11.1.16
πλάνην καὶ ἀπωλείας βυθὸν διεπτύσαμεν· ὅτι μὴ κἀκ τού των πρὸς θεοσέβειαν
11.1.17
ὠφελήμεθα, ἐκ τοῦ χείρονος τὸ κρεῖττον καταμαθόντες, καὶ τὴν ἀσθένειαν ἐκείνων
11.1.18
ἰσχὺν τοῦ καθ' ἡμᾶς λόγου πεποιημένοι. 11. 4 Οὔκουν ἀτιμαστέον τὴν παίδευσιν, ὅτι
11.1.19
τοῦτο δοκεῖ τισιν· ἀλλὰ σκαιοὺς καὶ ἀπαιδεύτους ὑποληπτέον τοὺς οὕτως ἔχοντας,
11.1.20
οἳ βούλοιντ' ἂν ἅπαντας εἶναι καθ' ἑαυ τούς, ἵν' ἐν τῷ κοινῷ τὸ κατ' αὐτοὺς
11.1.21
κρύπτηται, καὶ τοὺς τῆς ἀπαιδευσίας ἐλέγχους διαδιδράσκωσιν. Ἐπεὶ δὲ τοῦτο
11.1.22
ὑπεθέμεθα καὶ ἀνωμολογησάμεθα, φέρε τὰ κατ' αὐτὸν θεωρήσωμεν.