Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1.1
Ἐντεῦθεν ἐπὶ τὸ Βυζάντιον, τὴν προκαθεζομένην τῆς Ἑῴας πόλιν· καὶ
14.1.2
γὰρ ηὐδοκίμει σοφιστῶν τε καὶ φιλο σόφων τοῖς τελεωτάτοις, ὧν ἐν βραχεῖ χρόνῳ
14.1.3
τὰ κράτιστα συνελέξατο τάχει τε καὶ μεγέθει φύσεως. Ἐντεῦθεν ἐπὶ τὸ τῶν λόγων
14.1.4
ἔδαφος, τὰς Ἀθήνας, ὑπὸ τοῦ Θεοῦ πέμπε ται καὶ τῆς καλῆς περὶ τὴν παίδευσιν
14.1.5
ἀπληστίας, Ἀθήνας τὰς χρυσᾶς ὄντως ἐμοὶ καὶ τῶν καλῶν προξένους εἴπερ τινί! 14. 2
14.1.6
Ἐκεῖναι γάρ μοι τὸν ἄνδρα τοῦτον ἐγνώρισαν τελεώτερον οὐδὲ πρὶν ἀγνοούμενον·
14.1.7
καὶ λόγους ἐπιζη τῶν εὐδαιμονίαν ἐκομισάμην· καὶ τρόπον ἕτερον ταὐτὸ πέπονθα
14.1.8
τῷ Σαούλ, ὅς, τὰς ὄνους τοῦ πατρὸς ἐπιζητῶν, βασιλείαν ηὕρατο, μεῖζον τοῦ ἔργου
14.1.9
τὸ πάρεργον ἐμπορευ σάμενος. 14. 3 Τὸ μὲν δὴ μέχρι τούτων εὔδρομος ἡμῖν ὁ λόγος
14.1.10
καὶ διὰ λείας τῆς ὁδοῦ φέρων καὶ ἄγαν εὐπόρου καὶ βασιλικῆς ὄντως τῶν τοῦ
14.1.11
ἀνδρὸς ἐγκωμίων· τὸ δ' ἐντεῦθεν, οὐκ οἶδ' ὅ τι τῷ λόγῳ χρήσωμαι καὶ ποῖ τράπωμαι·
14.1.12
ἔχει γάρ τι καὶ πρόσαντες ἡμῖν ὁ λόγος. 14. 4 Ποθῶ μὲν γάρ, ἐνταῦθα τοῦ λόγου
14.1.13
γενόμενος καὶ τοῦ καιροῦ τούτου λαβόμενος, καὶ τῶν κατ' ἐμαυτόν τι προσθεῖναι
14.1.14
τοῖς εἰρημένοις καὶ μικρόν τι προσδιατρίψαι τῷ διηγήματι, ὅθεν τε καὶ ὅπως ἡμῖν
14.1.15
κἀκ τίνος τῆς ἀρχῆς συνέστη τὸ τῆς φιλίας, ἤτ' οὖν συμπνοίας καὶ συμφυΐας, εἰ χρὴ
14.1.16
προσειπεῖν οἰκειότερον. 14. 5 Φιλεῖ γὰρ οὔτε ὄψις ῥᾳδίως ἀναχωρεῖν τῶν τερπνῶν
14.1.17
θεαμάτων, κἂν ἀφέλκῃ τις βίᾳ, πρὸς αὐτὰ πάλιν φέρεσθαι· οὔτε λόγος τῶν ἡδίστων
14.1.18
διηγημάτων. Δέδοικα δὲ τὸ φορτικὸν τῆς ἐγχειρήσεως. Πειράσομαι μὲν οὖν, ὡς οἷόν
14.1.19
τε μετρίως, τοῦτο ποιεῖν. Ἂν δ' ἄρα τι καὶ βιαζώμεθα ὑπὸ τοῦ πόθου, συγγνώμη τῷ
14.1.20
πάθει, πάντων παθῶν ὄντι δικαιοτάτῳ καὶ ὃ μὴ παθεῖν ἡ ζημία τοῖς γε νοῦν ἔχουσιν.