Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1.1
Εἶχον ἡμᾶς Ἀθῆναι, καθάπερ τι ῥεῦμα ποτάμιον, ἀπὸ μιᾶς σχισθέντας
15.1.2
πηγῆς τῆς πατρίδος εἰς διάφορον ὑπερορίαν κατ' ἔρωτα τῆς παιδεύσεως καὶ πάλιν
15.1.3
εἰς τὸ αὐτὸ συνελθόντας, ὥσπερ ἀπὸ συνθήματος οὕτω Θεοῦ κινήσαντος. Εἶχον δὲ
15.1.4
μικρῷ μὲν ἐμὲ πρότερον, τὸν δ' εὐ θὺς μετ' ἐμέ, μετὰ πολλῆς προσδεχθέντα καὶ
15.1.5
περιφανοῦς τῆς ἐλπίδος. 15. 2 Καὶ γὰρ ἐν πολλῶν γλώσσαις ἔκειτο πρὶν ἐπιστῆναι,
15.1.6
καὶ μέγα ἑκάστοις ἦν προκαταλαβεῖν τὸ σπου δαζόμενον. Οὐδὲν δὲ οἷον καὶ ἥδυσμά
15.1.7
τι προσθεῖναι τῷ λόγῳ μικρὸν ἀφήγημα, τοῖς μὲν εἰδόσιν ὑπόμνησιν, τοῖς δὲ
15.1.8
ἀγνοοῦσι διδασκαλίαν. 15. 3 Σοφιστομανοῦσιν Ἀθήνησι τῶν νέων οἱ πλεῖστοι καὶ
15.1.9
ἀφρονέστεροι· οὐ τῶν ἀγεννῶν μόνον καὶ τῶν ἀνωνύμων, ἀλλ' ἤδη καὶ τῶν εὖ
15.1.10
γεγονότων καὶ περιφανεστέρων, ἅτε πλῆθος σύμμικτον ὄντες καὶ νέοι καὶ
15.1.11
δυσκάθεκτοι ταῖς ὁρμαῖς. 15. 4 Ὅπερ οὖν πάσχοντας ἔστιν ἰδεῖν περὶ τὰς ἀν τιθέτους
15.1.12
ἱπποδρομίας τοὺς φιλίππους τε καὶ φιλοθεάμονας· πηδῶσι, βοῶσιν, οὐρανῷ
15.1.13
πέμπουσι κόνιν, ἡνιοχοῦσι καθή μενοι, παίουσι τὸν ἀέρα, τοὺς ἵππους δὴ τοῖς
15.1.14
δακτύλοις ὡς μάστιξι, ζευγνύουσι, μεταζευγνύουσιν· οὐδενὸς ὄντες κύριοι
15.1.15
ἀντιδιδόασι ἀλλήλοις ῥᾳδίως ἡνιόχους, ἵππους, ἱπποστασίας, στρατηγούς· καὶ ταῦτα
15.1.16
τίνες; οἱ πένητες πολλάκις καὶ ἄποροι καὶ μηδ' ἂν εἰς μίαν ἡμέραν τροφῆς
15.1.17
εὐπορήσαντες. 15. 5 Τοῦτο καὶ αὐτοὶ πάσχουσι ἀτεχνῶς περὶ τοὺς ἑαυτῶν
15.1.18
διδασκάλους καὶ ἀντιτέχνους, ὅπως πλείους τε ὦσιν αὐτοὶ κἀκείνους εὐπορωτέρους
15.1.19
ποιῶσι δι' ἑαυτῶν σπουδὴν ἔχοντες· καὶ τὸ πρᾶγμά ἐστιν ἐπιεικῶς ἄτοπον καὶ
15.1.20
δαιμόνιον. 15. 6 Προκαταλαμβάνονται πόλεις, ὁδοί, λιμένες, ὀρῶν ἄκρα, πεδία,
15.1.21
ἐσχατιαί, οὐδὲν ὅ τι μὴ τῆς Ἀττικῆς μέρος ἢ τῆς λοιπῆς Ἑλλάδος, αὐτῶν τῶν
15.1.22
οἰκητόρων οἱ πλεῖστοι· καὶ γὰρ τούτους μεμερισμένους ταῖς σπουδαῖς ἔχουσιν.