Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1.1
Τοῦτο ἡμῖν τῆς φιλίας προοίμιον· ἐντεῦθεν ὁ τῆς συναφείας σπινθήρ·
17.1.2
οὕτως ἐπ' ἀλλήλοις ἐτρώθημεν. Ἔπειτα συνηνέχθη τι καὶ τοιοῦτον· οὐδὲ γὰρ τοῦτο
17.1.3
παραλιπεῖν ἄξιον. 17. 2 Οὐχ ἁπλοῦν γένος εὑρίσκω τοὺς Ἀρμενίους, ἀλλὰ καὶ λίαν
17.1.4
κρυπτόν τι καὶ ὕφαλον. Τότε τοίνυν τῶν ἐκ πλείο νος αὐτῷ συνήθων καὶ φίλων
17.1.5
τινές, ἔτ' ἐκ τοῦ πατρὸς καὶ τῆς ἄνωθεν ἑταιρίας, καὶ γὰρ ἐκείνης τῆς διατριβῆς
17.1.6
ὄντες ἐτύγχανον, προσιόντες αὐτῷ μετὰ φιλικοῦ πλάσματος, φθόνος δὲ ἦν, οὐκ
17.1.7
εὔνοια τὸ προσάγον, ἐπηρώτων τε αὐτὸν φιλονείκως μᾶλλον ἢ λογικῶς, καὶ
17.1.8
ὑποκλίνειν ἑαυ τοῖς ἐπειρῶντο διὰ τῆς πρώτης ἐπιχειρήσεως, τήν τε ἄνω θεν τοῦ
17.1.9
ἀνδρὸς εὐφυΐαν εἰδότες καὶ τὴν τότε τιμὴν οὐ φέροντες· δεινὸν γὰρ εἶναι, εἰ
17.1.10
προειληφότες τοὺς τρίβω νας καὶ λαρυγγίζειν προμελετήσαντες μὴ πλέον ἔχοιεν τοῦ
17.1.11
ξένου τε καὶ νεήλυδος. 17. 3 Ἐγὼ δὲ ὁ φιλαθήναιος καὶ μάταιος, οὐ γὰρ ᾐσθόμην τοῦ
17.1.12
φθόνου, πιστεύων τῷ πλάσματι, ἤδη κλινομένων αὐτῶν καὶ τὰ νῶτα
17.1.13
μεταβαλλόντων, καὶ γὰρ ἐζηλοτύπουν τὸ τῶν Ἀθηνῶν κλέος ἐν ἐκείνοις
17.1.14
καταλυθῆναι καὶ τάχιστα περιφρονηθῆναι, ὑπήρει δόν τε τοὺς νεανίας ἐπανάγων
17.1.15
τὸν λόγον· καὶ τὴν παρ' ἐμαυτοῦ ῥοπὴν χαριζόμενος, δύναται δὲ καὶ ἡ μικρὰ
17.1.16
προσθήκη τὸ πᾶν ἐν τοιούτοις, ἴσας ὑσμίνῃ τὰς κεφαλάς, τὸ τοῦ λόγου, κατέστησα.
17.4.1
Ὡς δὲ τὸ τῆς διαλέξεως ἔγνων ἀπόρρητον, οὐδὲ καθεκτὸν ἔτι τύγχανον, ἀλλὰ
17.4.2
σαφῶς ἤδη παραγυμνούμενον, ἐξαίφνης μεταβαλών, πρύμναντε ἐκρου σάμην
17.4.3
ἐκείνῳ θέμενος καὶ ἑτεραλκέα τὴν νίκην ἐποίησα. 17. 5 Ὁ δὲ ἥσθη τε αὐτίκα τῷ
17.4.4
γενομένῳ· καὶ γὰρ ἦν ἀγχί νους, εἰ καί τις ἄλλος· καὶ προθυμίας πλησθείς, ἵνα
17.4.5
τελέως αὐτὸν καθομηρίσω, ἔφεπε κλονέων τῷ λόγῳ τοὺς γεννάδας ἐκείνους, καὶ
17.4.6
παίων συλλογισμοῖς, οὐ πρὶν ἀνῆκεν ἢ τελέως τρέψασθαι καὶ τὸ κράτος καθαρῶς
17.4.7
ἀναδήσασθαι. Οὗτος δεύτερος ἡμῖν τῆς φιλίας οὐκ ἔτι σπινθήρ, ἀλλ' ἤδη πυρ σὸς
17.4.8
ἀνάπτεται περιφανὴς καὶ ἀέριος.