Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1.1
Οὕτω δὴ τὰ πρὸς ἀλλήλους ἔχοντες, καὶ τοιαύτας ὑποστήσαντες εὐτειχεῖ
20.1.2
θαλάμῳ χρυσέας κίονας, ὅ φησι Πίνδαρος, οὕτως ᾔειμεν εἰς τὸ πρόσω, Θεῷ καὶ πόθῳ
20.1.3
συνεργοῖς χρώμενοι. Ὤ! πῶς ἀδακρυτὶ τὴν τούτων ἐνέγκω μνήμην! Ἶσαι μὲν ἐλπίδες
20.1.4
ἦγον ἡμᾶς πράγματος ἐπιφθο νωτάτου, τῶν λόγων· φθόνος δὲ ἀπῆν, ζῆλος δὲ
20.1.5
ἐσπουδά ζετο. 20. 2 Ἀγὼν δὲ ἀμφοτέροις, οὐχ ὅστις αὐτὸς τὸ πρω τεῖον ἔχοι, ἀλλ'
20.1.6
ὅπως τῷ ἑτέρῳ τούτου παραχωρήσειεν· τὸ γὰρ ἀλλήλων εὐδόκιμον ἴδιον
20.1.7
ἐποιούμεθα. Μία μὲν ἀμφο τέροις ἐδόκει ψυχὴ δύο σώματα φέρουσα· καὶ εἰ τό,
20.1.8
πάντα ἐν πᾶσι κεῖσθαι, μὴ πειστέον τοῖς λέγουσιν, ἀλλ' ἡμῖν γε πειστέον, ὡς ἐν
20.1.9
ἀλλήλοις καὶ παρ' ἀλλήλοις ἐκείμεθα. 20. 3 Ἓν δ' ἀμφοτέροις ἔργον ἡ ἀρετή, καὶ τὸ
20.1.10
ζῆν πρὸς τὰς μελλούσας ἐλπίδας, πρὶν ἐνθένδε ἀπελθεῖν ἐνθένδε μεθισ ταμένοις·
20.1.11
πρὸς ὃ βλέποντες, καὶ βίον καὶ πρᾶξιν ἅπασαν ἀπηυθύνομεν, παρά τε τῆς ἐντολῆς
20.1.12
οὕτως ἀγόμενοι καὶ ἀλλήλοις τὴν ἀρετὴν παραθήγοντες καί, εἰ μὴ μέγα ἐμοὶ τοῦτο
20.1.13
εἰπεῖν, κανόνες ὄντες ἀλλήλοις καὶ στάθμαι, οἷς τὸ εὐθὲς καὶ μὴ διακρίνεται. 20. 4
20.1.14
Ἑταίρων τε γὰρ ὡμιλοῦ μεν, οὐ τοῖς ἀσελγεστάτοις ἀλλὰ τοῖς σωφρονεστάτοις, οὐδὲ
20.1.15
τοῖς μαχιμωτάτοις ἀλλὰ τοῖς εἰρηνικωτάτοις καὶ οἷς συνεῖναι λυσιτελέστατον·
20.1.16
εἰδότες, ὅτι κακίας ῥᾷον μεταλαβεῖν ἢ ἀρετῆς μεταδοῦναι, ἐπεὶ καὶ νόσου μετασχεῖν
20.1.17
μᾶλλον ἢ ὑγίειαν χαρίσασθαι. Μαθημάτων δὲ οὐ τοῖς ἡδίσ τοις πλέον ἢ τοῖς
20.1.18
καλλίστοις ἐχαίρομεν· ἐπειδὴ κἀντεῦθέν ἐστιν ἢ πρὸς ἀρετὴν τυποῦσθαι τοὺς νέους
20.1.19
ἢ πρὸς κακίαν.

Intertext edge

Open linked passage

Note