Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1.1
Δύο μὲν ἐγνωρίζοντο ἡμῖν ὁδοί· ἡ μὲν πρώτη καὶ τιμιωτέρα, ἡ δὲ
21.1.2
δευτέρα καὶ οὐ τοῦ ἴσου λόγου· ἥ τε πρὸς τοὺς ἱεροὺς ἡμῶν οἴκους καὶ τοὺς ἐκεῖσε
21.1.3
διδασκάλους φέρουσα, καὶ ἡ πρὸς τοὺς ἔξωθεν παιδευτάς. Τὰς ἄλλας δὲ τοῖς
21.1.4
βουλομένοις παρήκαμεν ἑορτάς, θέατρα, πανηγύ ρεις, συμπόσια. 21. 2 Οὐδὲν γὰρ
21.1.5
οἶμαι τίμιον, ὃ μὴ πρὸς ἀρετὴν φέρει, μηδὲ ποιεῖ βελτίους τοὺς περὶ αὐτὸ σπουδά
21.1.6
ζοντας. Ἄλλοις μὲν οὖν ἄλλαι προσηγορίαι τινές εἰσιν, ἢ πατρόθεν ἢ οἴκοθεν, ἐκ
21.1.7
τῶν ἰδίων ἐπιτηδευμάτων ἢ πρά ξεων· ἡμῖν δὲ τὸ μέγα πρᾶγμα καὶ ὄνομα,
21.1.8
Χριστιανοὺς καὶ εἶναι καὶ ὀνομάζεσθαι· 21. 3 ᾧ πλέον ἐφρονοῦμεν ἢ τῇ στροφῇ τῆς
21.1.9
σφενδονῆς ὁ Γύγης, εἴπερ μὴ μῦθος ἦν, ἐξ ἧς Λυδῶν ἐτυράννησεν· ἢ τῷ χρυσῷ ποτε
21.1.10
Μίδας, δι' ὃν ἀπώ λετο, ἐπιτυχὼν τῆς εὐχῆς καὶ πάντα χρυσὸν κτησάμενος, ἄλλος
21.1.11
οὗτος Φρύγιος μῦθος. 21. 4 Τὸν γὰρ Ἀβάριδος ὀϊστὸν τί ἂν λέγοιμι τοῦ Ὑπερβορέου ἢ
21.1.12
τὸν Ἀργεῖον Πήγασον, οἷς οὐ τοσοῦτον ἦν τὸ δι' ἀέρος φέρεσθαι ὅσον ἡμῖν τὸ πρὸς
21.1.13
Θεὸν αἴρεσθαι δι' ἀλλήλων καὶ σὺν ἀλλήλοις. 21. 5 Εἴπω τι συντομώτερον· βλαβεραὶ
21.1.14
μὲν τοῖς ἄλλοις Ἀθῆναι τὰ εἰς ψυχήν· οὐ γὰρ φαύλως τοῦτο ὑπολαμβά νεται τοῖς
21.1.15
εὐσεβεστέροις· καὶ γὰρ πλουτοῦσι τὸν κακὸν πλοῦτον εἴδωλα, μᾶλλον τῆς ἄλλης
21.1.16
Ἑλλάδος, καὶ χαλεπὸν μὴ συναρπασθῆναι τοῖς τούτων ἐπαινέταις καὶ συνηγό ροις·
21.1.17
ἡμῖν δ' οὐδεμία παρὰ τούτων ζημία τὴν διάνοιαν πεπυκνωμένοις καὶ πεφραγμένοις.
21.6.1
Τοὐναντίον μὲν οὖν, εἴ τι χρὴ καὶ παράδοξον εἰπεῖν, εἰς τὴν πίστιν ἐντεῦθεν
21.6.2
ἐβεβαιώθημεν, καταμαθόντες αὐτῶν τὸ ἀπατηλὸν καὶ κίβδη λον, ἐνταῦθα δαιμόνων
21.6.3
καταφρονήσαντες, οὗ θαυμάζονται δαίμονες. Καὶ εἴ τις ἔστιν ἢ πιστεύεται ποταμός,
21.6.4
δι' ἅλμης ῥέων γλυκύς, ἢ ζῷον ἐν πυρὶ σκαῖρον, ᾧ τὰ πάντα ἁλίσκεται, τοῦτο ἦμεν
21.6.5
ἡμεῖς ἐν πᾶσι τοῖς ἥλιξι.

Intertext edge

Open linked passage

Note