Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1.1
Καὶ τὸ κάλλιστον, ὅτι καὶ φρατρία τις περὶ ἡμᾶς οὐκ ἀγεννὴς ἦν, ὑπ'
22.1.2
ἐκείνῳ καθηγεμόνι παιδευομένη καὶ ἀγομένη καὶ τοῖς αὐτοῖς χαίρουσα· εἰ καὶ πεζοὶ
22.1.3
παρὰ Λύδιον ἅρμα ἐθέομεν, τὸν ἐκείνου δρόμον καὶ τρόπον· ἐξ ὧν ὑπῆρχεν ἡμῖν
22.1.4
ἐπισήμοις μὲν εἶναι παρὰ τοῖς ἡμετέ ροις παιδευταῖς καὶ συμπράκτορσιν, ἐπισήμοις
22.1.5
δὲ παρὰ τῇ Ἑλλάδι πάσῃ καὶ ταύτης μάλιστα τοῖς γνωριμωτάτοις. 22. 2 Ἤδη δὲ καὶ
22.1.6
μέχρι τῆς ὑπερορίας προήλθομεν, ὡς σαφὲς γέγονεν ἐκ πλειόνων τῶν ταῦτα
22.1.7
διηγουμένων. Παρὰ τοσού τοις μὲν γὰρ οἱ ἡμέτεροι παιδευταί, παρ' ὅσοις Ἀθῆναι·
22.1.8
παρὰ τοσούτοις δὲ ἡμεῖς, παρ' ὅσοις οἱ παιδευταί, συνακουόμενοί τε ἀλλήλοις καὶ
22.1.9
συλλαλούμενοι, καὶ ξυνωρὶς οὐκ ἀνώνυμος καὶ ὄντες παρ' αὐτοῖς καὶ ἀκούοντες.
22.3.1
Οὐδὲν τοιοῦτον αὐτοῖς οἱ Ὀρέσται καὶ οἱ Πυλάδαι· οὐδὲν οἱ Μολιονίδαι, τῆς
22.3.2
Ὁμηρικῆς δέλτου τὸ θαῦμα, οὓς κοινωνία συμφορῶν ἐγνώρισε, καὶ τὸ καλῶς ἅρμα
22.3.3
ἐλαύνειν μεριζομένους ἐν ταὐτῷ ἡνίας καὶ μάστιγας. 22. 4 Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν
22.3.4
εἰς τοὺς ἐμοὺς ὑπαχθεὶς ἐπαίνους, ὁ μηδὲ παρ' ἑτέρου ποτὲ τοῦτο δεξάμενος· καὶ
22.3.5
θαυμαστὸν οὐδέν, εἰ κἀνταῦθα τῆς ἐκείνου φιλίας τι παραπ έλαυσα, ὥσπερ ζῶντος
22.3.6
εἰς ἀρετήν, οὕτω μεταστάντος εἰς εὐφημίαν. Ἀλλ' ἐπὶ τὴν νύσσαν ἐπαναγέσθω πάλιν
22.3.7
ἡμῖν ὁ λόγος.

Intertext edge

Open linked passage

Note