Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1.1
Τίς μὲν οὕτω πολιὸς ἦν τὴν σύνεσιν καὶ πρὸ τῆς πολιᾶς; ἐπειδὴ τούτῳ
23.1.2
καὶ Σολομῶν τὸ γῆρας ὁρίζε ται. Τίς δὲ οὕτως αἰδέσιμος ἢ παλαιοῖς ἢ νέοις, μὴ ὅτι
23.1.3
τῶν κατὰ τὸν αὐτὸν ἡμῖν χρόνον, ἀλλὰ καὶ τῶν πλεῖστον προειληφότων; Τίς μὲν
23.1.4
ἧττον ἐδεῖτο λόγων διὰ τὸν τρό πον; Τίς δὲ μᾶλλον μετέσχε λόγου καὶ μετὰ τοῦ
23.1.5
τρόπου; 23. 2 Ποῖον μὲν εἶδος οὐκ ἐπῆλθε παιδεύσεως; Μᾶλλον δέ, ποῖον οὐ μεθ'
23.1.6
ὑπερβολῆς ὡς μόνον; Οὕτω μὲν ἅπαντα διελθών, ὡς οὐδεὶς ἕν· οὕτω δὲ εἰς ἄκρον
23.1.7
ἕκαστον, ὡς τῶν ἄλλων οὐδέν· σπουδὴ γὰρ εὐφυΐᾳ συνέδραμεν, ἐξ ὧν ἐπι στῆμαι καὶ
23.1.8
τέχναι τὸ κράτος ἔχουσιν. 23. 3 Ἥκιστα μὲν τάχους φύσεως διὰ τόνον δεόμενος,
23.1.9
ἥκιστα δὲ τόνου διὰ τάχος· οὕτω δ' ἀμφότερα συλλαβὼν καὶ εἰς ἓν ἀγαγών, ὥστε
23.1.10
ἄδηλον εἶναι ποτέρῳ τούτων ἐκεῖνος θαυμασιώτερος. 23. 4 Τίς μὲν ῥητορικὴν
23.1.11
τοσοῦτος, τὴν πυρὸς μένος πνέου σαν, εἰ καὶ τὸ ἦθος αὐτῷ μὴ κατὰ ῥήτορας ἦν; Τίς
23.1.12
δὲ γραμματικήν, ἣ γλῶσσαν ἐξελληνίζει καὶ ἱστορίαν συνάγει καὶ μέτροις ἐπιστατεῖ
23.1.13
καὶ νομοθετεῖ ποιήμασιν; Τίς δὲ φιλοσοφίαν, τὴν ὄντως ὑψηλήν τε καὶ ἄνω
23.1.14
βαίνουσαν, ὅση τε πρακτικὴ καὶ θεωρητική, ὅση τε περὶ τὰς λογικὰς ἀπο δείξεις καὶ
23.1.15
ἀντιθέσεις ἔχει καὶ τὰ παλαίσματα, ἣν δὴ δια λεκτικὴν ὀνομάζουσιν· ὡς ῥᾷον εἶναι
23.1.16
τοὺς λαβυρίνθους διεξελθεῖν, ἢ τὰς ἐκείνου τῶν λόγων ἄρκυς διαφυγεῖν, εἰ τούτου
23.1.17
δεήσειεν; 23. 5 Ἀστρονομίας δὲ καὶ γεωμετρίας καὶ ἀριθμῶν ἀναλογίας τοσοῦτον
23.1.18
λαβών, ὅσον μὴ κλονεῖσθαι τοῖς περὶ ταῦτα κομψοῖς, τὸ περιττὸν διέπτυσεν ὡς
23.1.19
ἄχρησ τον τοῖς εὐσεβεῖν ἐθέλουσιν· ὥστε μᾶλλον μὲν τὸ αἱρεθὲν τοῦ παρεθέντος
23.1.20
ἐξεῖναι θαυμάζειν, μᾶλλον δὲ τοῦ αἱρεθέν τος τὸ παρεθέν. 23. 6 Ἰατρικὴν μὲν γάρ,
23.1.21
καὶ ἡ τοῦ σώματος ἀρρωστία καὶ νοσοκομία, φιλοσοφίας καὶ φιλοπονίας οὖσαν
23.1.22
καρπόν, ἀναγκαίαν αὐτῷ πεποιήκασιν· ὅθεν ἀρξάμενος, εἰς ἕξιν τῆς τέχνης ἀφίκετο·
23.1.23
καὶ ταύτης, οὐχ ὅση περὶ τὸ φαινόμενον ἔχει καὶ κάτω κείμενον, ἀλλ' ὅσον
23.1.24
δογματικὸν καὶ φιλόσοφον. Ἀλλὰ τί ταῦτα, καίπερ τηλικαῦτα τυγχά νοντα, πρὸς τὴν
23.1.25
ἐν τῷ ἤθει τοῦ ἀνδρὸς παίδευσιν; 23. 7 Λῆρος τοῖς τοῦ ἀνδρὸς πεπειραμένοις ὁ Μίνως
23.1.26
ἐκεῖνος καὶ ὁ Ῥαδάμανθυς οὓς ἀσφοδελῶν λειμώνων καὶ Ἠλυσίων πεδίων ἠξίωσαν
23.1.27
Ἕλληνες, ἐν φαντασίᾳ τοῦ καθ' ἡμᾶς Παρα δείσου γενόμενοι, ἐκ τῶν Μωσαϊκῶν
23.1.28
οἶμαι βιβλίων καὶ ἡμε τέρων, εἰ καὶ περὶ τὴν κλῆσίν τι διηνέχθησαν, ἐν ἄλλοις
23.1.29
ὀνόμασι τοῦτο παραδηλώσαντες.