Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.1.1
Εἶχε μὲν οὖν οὕτω ταῦτα, καὶ πλήρης παιδεύ σεως ἡ φορτίς, ὡς γοῦν
24.1.2
ἐφικτὸν ἀνθρωπίνῃ φύσει· τὸ γὰρ ἐπέκεινα Γαδείρων οὐ περατόν· ἔδει δὲ λοιπὸν
24.1.3
ἐπανόδου καὶ βίου τελεωτέρου καὶ τοῦ λαβέσθαι τῶν ἐλπιζομένων ἡμῖν καὶ
24.1.4
συγκειμένων. Παρῆν ἡ τῆς ἐκδημίας ἡμέρα καὶ ὅσα τῆς ἐκδημίας· ἐξιτήριοι λόγοι,
24.1.5
προπόμπιοι, ἀνακλήσεις, οἰμωγαί, περιπλοκαί, δάκρυα. 24. 2 Οὐδὲν γὰρ οὕτως οὐδενὶ
24.1.6
λυπηρόν, ὡς τοῖς ἐκεῖσε συννόμοις Ἀθηνῶν καὶ ἀλλήλων τέμνεσθαι. Γίνεται δὴ τότε
24.1.7
θέαμά τι ἐλεεινὸν καὶ ἱστορίας ἄξιον. Περιστάντες ἡμᾶς ὁ τῶν ἑταίρων καὶ ἡλί κων
24.1.8
χορός, ἔστι δὲ ὧν καὶ διδασκάλων, οὐδ' ἂν εἴ τι γένοιτο μεθήσειν ἔφασκον,
24.1.9
ἀντιβολοῦντες, βιαζόμενοι, πείθοντες· τί γὰρ οὐ λέγοντες; τί δ' οὐ πράττοντες, ὧν
24.1.10
τοὺς ἀλγοῦν τας εἰκός; 24. 3 Ἐνταῦθά τι κατηγορήσω μὲν ἐμαυτοῦ, κατηγορήσω δὲ
24.1.11
τῆς θείας ἐκείνης καὶ ἀλήπτου ψυχῆς, εἰ καὶ τολμηρόν. Ὁ μὲν γάρ, τὰς αἰτίας εἰπὼν
24.1.12
τῆς περὶ τὴν ἐπάνοδον φιλονεικίας, κρείττων ὤφθη τῶν κατεχόντων· καὶ βίᾳ μέν,
24.1.13
συνεχωρήθη δ' οὖν ὅμως τὴν ἐκδημίαν· ἐγὼ δὲ ὑπελείφθην Ἀθήνησι· τὸ μέν τι
24.1.14
μαλακισθείς, εἰρήσεται γὰρ τἀληθές, τὸ δέ τι προδοθεὶς παρ' ἐκείνου, πεισθέντος
24.1.15
ἀφεῖναι μὴ ἀφιέντα καὶ παραχωρῆσαι τοῖς ἕλκουσι. 24. 4 Πρᾶγμα, πρὶν γενέσθαι, μὴ
24.1.16
πιστευόμενον· γίνεται γὰρ ὥσπερ ἑνὸς σώμα τος εἰς δύο τομὴ καὶ ἀμφοτέρων
24.1.17
νέκρωσις, ἢ μόσχων συν τρόφων καὶ ὁμοζύγων διάζευξις γοερὸν μυκωμένων ἐπ'
24.1.18
ἀλλήλοις καὶ οὐ φερόντων τὴν ἀλλοτρίωσιν. 24. 5 Οὐ μὴν μακρότερόν μοι τὸ τῆς
24.1.19
ζημίας· οὐ γὰρ ἠνειχόμην ἐπὶ πλέον ἐλεεινὸς ὁρᾶσθαι καὶ πᾶσι λόγον ὑπέχειν τῆς
24.1.20
δια στάσεως· ἀλλ' ἐπιμείναντά με ταῖς Ἀθήναις χρόνον οὐχὶ συχνόν, ποιεῖ τὸν
24.1.21
Ὁμηρικὸν ἵππον ὁ πόθος· καὶ τὰ δεσμὰ ῥήξας τῶν κατεχόντων κροαίνω κατὰ πεδίων
24.1.22
καὶ πρὸς τὸν σύννομον ἐφερόμην.

Intertext edge

Open linked passage

Note