Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1.1
Ὡς δ' οὖν ἐπανήκαμεν, μικρὰ τῷ κόσμῳ καὶ τῇ σκηνῇ χαρισάμενοι καὶ
25.1.2
ὅσον τὸν τῶν πολλῶν πόθον ἀφοσιώσασθαι· οὐ γὰρ αὐτοί γε εἴχομεν θεατρικῶς οὐδ'
25.1.3
ἐπιδεικτικῶς· τάχιστα ἐγενόμεθα ἡμῶν αὐτῶν καὶ τελοῦμεν εἰς ἄνδρας ἐξ ἀγενείων,
25.1.4
ἀνδρικώτερον τῇ φιλοσοφίᾳ προσβαίνον τες· οὐ σὺν ἀλλήλοις μὲν ἔτι, οὐ γὰρ
25.1.5
ἀφῆκεν ὁ φθόνος, τῷ πόθῳ δὲ σὺν ἀλλήλοις. 25. 2 Τὸν μὲν γὰρ ἡ Καισαρέων κατέχει
25.1.6
πόλις, ὥς τινα δεύτερον οἰκιστήν τε καὶ πολιοῦχον· ἔπειτα ἐκδημίαι τινές, ἐπειδή γε
25.1.7
ἡμᾶς οὐκ εἶχε, τῶν ἀναγ καίων ὑπολαμβάνουσι, καὶ οὐκ ἀπὸ σκοποῦ τῆς
25.1.8
προκειμένης φιλοσοφίας. Ἐμὲ δὲ πατέρων εὐλάβεια καὶ γηροκομία καὶ συμφορῶν
25.1.9
ἐπανάστασις κατασχοῦσα τοῦ ἀνδρὸς ἀπήγαγεν· οὐ καλῶς μὲν ἴσως οὐδὲ δικαίως,
25.1.10
ἀπήγαγε δ' οὖν. 25. 3 Σκοπῶ δέ, εἰ μὴ κἀντεῦθέν μοι πᾶσα ἡ περὶ τὸν βίον ἀνω μαλία
25.1.11
καὶ δυσκολία συνέπεσε, καὶ τὸ πρὸς τὴν φιλοσοφίαν οὐκ εὔοδον οὐδὲ τῆς ἐπιθυμίας
25.1.12
καὶ τῆς ὑποθέσεως ἄξιον. Τὰ μὲν οὖν ἡμέτερα, ὅπη τῷ Θεῷ φίλον, ἀγέσθω· ἄγοιτο δὲ
25.1.13
ταῖς ἐκείνου πρεσβείαις ἄμεινον. 25. 4 Τὸν δέ, ἡ πολύ τροπος τοῦ Θεοῦ φιλανθρωπία
25.1.14
καὶ περὶ τὸ ἡμέτερον γένος οἰκονομία, διὰ πολλῶν τῶν ἐν μέσῳ γνωρίσασα καὶ ἀεὶ
25.1.15
λαμπρότερον ἀποδείξασα, λαμπτῆρα τῆς Ἐκκλησίας προ τίθησι περιφανῆ τε καὶ
25.1.16
περιβόητον, τοῖς ἱεροῖς τοῦ πρεσβυτερίου θρόνοις τέως ἐγκαταλέξασα, καὶ διὰ μιᾶς
25.1.17
τῆς Καισαρέων πόλεως τῇ οἰκουμένῃ πάσῃ πυρσεύουσα. 25. 5 Καὶ τίνα τρόπον; Οὐ
25.1.18
σχεδιάσασα τὸν βαθμὸν οὐδὲ ὁμοῦ τε πλύνασα καὶ σοφίσασα, κατὰ τοὺς πολλοὺς
25.1.19
τῶν νῦν τῆς προστασίας ἐφιεμένων· ἀλλὰ τάξει καὶ νόμῳ πνευματικῆς ἀναβάσεως
25.1.20
τῆς τιμῆς ἀξιώσασα.