Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
26.1.1
Οὐκ ἐπαινῶ γὰρ ἐγὼ τὴν παρ' ἡμῖν ἀταξίαν καὶ ἀκοσμίαν, ἔστιν ὅτε καὶ
26.1.2
ἐφ' ὧν προεδρευόντων ἐν βήμα σιν· οὐ γὰρ ἁπάντων τολμήσω κατηγορεῖν, οὐδὲ
26.1.3
δίκαιον. Ἐπαινῶ τὸν νηΐτην νόμον, ὃς τὴν κώπην πρότερον ἐγχει ρίσας τῷ νῦν
26.1.4
κυβερνήτῃ κἀκεῖθεν ἐπὶ τὴν πρώραν ἀγαγὼν καὶ πιστεύσας τὰ ἔμπροσθεν, οὕτως ἐπὶ
26.1.5
τῶν οἰάκων καθίζει, μετὰ τὴν πολλὴν τυφθεῖσαν θάλασσαν καὶ τὴν τῶν ἀνέμων
26.1.6
διάσκεψιν· ὡς δὲ κἀν τοῖς πολεμικοῖς ἔχει· στρατιώτης, ταξίαρχος, στρατηγός. Αὕτη
26.1.7
ἡ τάξις ἀρίστη καὶ λυσιτελεσ τάτη τοῖς ἀρχομένοις. 26. 2 Τὸ δ' ἡμέτερον πολλοῦ ἂν
26.1.8
ἦν ἄξιον, εἰ οὕτως εἶχε. Νῦν δὲ κινδυνεύει τὸ πάντων ἁγιώ τατον τάγμα τῶν παρ'
26.1.9
ἡμῖν πάντων εἶναι καταγελαστότα τον. Οὐ γὰρ ἐξ ἀρετῆς μᾶλλον ἢ κακουργίας ἡ
26.1.10
προεδρία, οὐδὲ τῶν ἀξιωτέρων ἀλλὰ τῶν δυνατωτέρων οἱ θρόνοι. 26. 3 Σαμουὴλ ἐν
26.1.11
προφήταις, ὁ τὰ ἔμπροσθεν βλέπων· ἀλλὰ καὶ Σαούλ, ὁ ἀπόβλητος. Ῥοβοὰμ ἐν
26.1.12
βασιλεῦσι, ὁ Σολομῶντος· ἀλλὰ καὶ Ἱεροβοάμ, ὁ δοῦλος καὶ ἀποστάτης. Καὶ ἰατρὸς
26.1.13
μὲν οὐδεὶς οὐδὲ ζωγράφος, ὅστις οὐ φύσεις ἀρρωστημάτων ἐσκέψατο πρότερον, ἢ
26.1.14
πολλὰ χρώματα συνε κέρασεν ἢ ἐμόρφωσεν· ὁ δὲ πρόεδρος εὑρίσκεται ῥᾳδίως μὴ
26.1.15
πονηθείς, καὶ πρόσφατος τὴν ἀξίαν, ὁμοῦ τε σπαρεὶς καὶ ἀναδοθείς, ὡς ὁ μῦθος ποιεῖ
26.1.16
τοὺς Γίγαντας. 26. 4 Πλάτ τομεν αὐθημερὸν τοὺς ἁγίους, καὶ σοφοὺς εἶναι κελεύομεν,
26.1.17
τοὺς οὐδὲν σοφισθέντας, οὐδὲ τοῦ βαθμοῦ προεισενεγκόντας τι, πλὴν τοῦ
26.1.18
βούλεσθαι. Καὶ ὁ μὲν στέργει τὴν κάτω χώραν καὶ ταπεινῶς ἕστηκεν, ὁ τῆς ὑψηλῆς
26.1.19
ἄξιος, καὶ πολλὰ μὲν τοῖς θείοις λόγοις ἐμμελετήσας, πολλὰ δὲ τῇ σαρκὶ
26.1.20
νομοθετήσας εἰς ὑποταγὴν πνεύματος· 26. 5 ὁ δὲ σοβαρῶς προκαθέζεται καὶ τὴν
26.1.21
ὀφρὺν αἴρει κατὰ τῶν βελτιόνων, καὶ οὐκ ἐπιτρέμει τοῖς θρόνοις, οὐδὲ φρίσσει τὴν
26.1.22
ὄψιν τὸν ἐγκρατῆ κάτω βλέπων· ἀλλ' ὁμοῦ τῷ κράτει, καὶ σοφώτερον ἑαυτὸν
26.1.23
ὑπολαμβάνει, κακῶς εἰδὼς καὶ τὸ φρονεῖν ὑπὸ τῆς ἐξουσίας ἀφῃρημένος.

Intertext edge

Open linked passage

Note