Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
28.1.1
Ἐγένετό τις πρὸς τὸν ἄνδρα διαφορὰ τῷ πρὸ τούτου καθηγεμόνι τῆς
28.1.2
Ἐκκλησίας· τὸ μὲν ὅθεν καὶ ὅπως σιωπᾶν ἄμεινον, πλὴν ἐγένετο· ἀνδρὶ τἆλλα μὲν
28.1.3
οὐκ ἀγεννεῖ καὶ θαυμαστῷ τὴν εὐσέβειαν, ὡς ἔδειξεν ὁ τότε διωγμός, καὶ ἡ πρὸς
28.1.4
αὐτὸν ἔνστασις, ὅμως δέ τι παθόντι πρὸς ἐκεῖνον ἀνθρώπινον· 28. 2 ἅπτεται γὰρ οὐ
28.1.5
τῶν πολλῶν μόνον, ἀλλὰ καὶ τῶν ἀρίστων ὁ Μῶμος, ὡς μόνον ἂν εἶναι τοῦ Θεοῦ τὸ
28.1.6
παντελῶς ἄπταιστον καὶ ἀνάλωτον πάθεσι. 28. 3 Κινεῖται οὖν ἐπ' αὐτὸν τῆς
28.1.7
Ἐκκλησίας ὅσον ἔκκριτον καὶ σοφώτερον, εἴπερ σοφώτεροι τῶν πολλῶν, οἱ κόσμου
28.1.8
χωρίσαντες ἑαυτοὺς καὶ τῷ Θεῷ τὸν βίον καθιερώσαντες· λέγω δὲ τοὺς καθ' ἡμᾶς
28.1.9
Ναζιραίους καὶ περὶ τὰ τοιαῦτα μάλιστα ἐσπουδακότας· οἳ δεινὸν ποιησάμενοι τὸ
28.1.10
σφῶν κράτος παριδεῖν περιυβρισμένον καὶ ἀπωσμένον, πρᾶγμα τολμῶσιν
28.1.11
ἐπικινδυνότατον· ἀπόστασιν ἐννοοῦσι καὶ ῥῆξιν τοῦ μεγάλου καὶ ἀστασιάστου τῆς
28.1.12
Ἐκκλησίας σώματος, οὐκ ὀλίγην καὶ τοῦ λαοῦ μοῖραν παρατεμόμενοι, ὅση τε τῶν
28.1.13
κάτω καὶ ὅση τῶν ἐπ' ἀξίας. 28. 4 Ῥᾷστον δὲ τοῦτο ἦν ἐκ τριῶν τῶν ἰσχυροτάτων. Ὅ
28.1.14
τε γὰρ ἀνὴρ αἰδέσιμος, ὡς οὐκ οἶδ' εἴ τις ἄλλος τῶν καθ' ἡμᾶς φιλοσόφων, καὶ
28.1.15
ἱκανὸς θάρσος παρα σχεῖν, εἴπερ ἐβούλετο, τῷ συστήματι· τόν τε λυποῦντα δι' ὑπο
28.1.16
ψίας εἶχεν ἡ πόλις ἐκ τῆς περὶ τὴν κατάστασιν ταραχῆς. ὡς οὐκ ἔννομον οὐδὲ
28.1.17
κανονικῶς μᾶλλον ἢ τυραννικῶς τὴν προστασίαν δεξάμενον· καὶ παρῆσαν τῶν
28.1.18
δυτικῶν ἀρχιε ρέων τινές, μεθέλκοντες πρὸς ἑαυτοὺς τῆς Ἐκκλησίας ὅσον
28.1.19
ὀρθόδοξον .

Intertext edge

Open linked passage

Note