Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1.1
Ἐν τούτοις ὄντων ἡμῶν, ἐξαίφνης ἐφίσταται νέφος χαλάζης πλῆρες καὶ
30.1.2
τετριγὸς ὀλέθριον, πᾶσαν ἐκτρίψαν ἐκκλησίαν, καθ' ἧς ἐρράγη καὶ ὅσην ἐπέλαβε·
30.1.3
βασι λεὺς ὁ φιλοχρυσότατος καὶ μισοχριστότατος, καὶ δύο τὰ μέγιστα ταῦτα νοσῶν,
30.1.4
ἀπληστίαν καὶ βλασφημίαν· 30. 2 ὁ μετὰ τὸν διώκτην διώκτης, καὶ μετὰ τὸν
30.1.5
ἀποστάτην οὐκ ἀποστάτης μέν, οὐδὲν δὲ ἀμείνων Χριστιανοῖς, μᾶλλον δὲ
30.1.6
Χριστιανῶν τῷ εὐσεβεστάτῳ μέρει καὶ καθαρωτάτῳ καὶ προσκυνητῇ τῆς Τριάδος, ἣν
30.1.7
δὴ μόνην εὐσέβειαν ἐγὼ καλῶ καὶ δόξαν σωτήριον. 30. 3 Οὐ γὰρ θεότητα
30.1.8
ταλαντεύομεν, οὐδὲ τὴν μίαν καὶ ἀπρόσιτον φύσιν ἀποξενοῦμεν ἑαυτῆς ἐκφύλοις
30.1.9
ἀλλοτριότησιν, οὐδὲ κακῷ τὸ κακὸν ἰώμεθα, τὴν ἄθεον Σαβελλίου συναίρεσιν
30.1.10
ἀσεβεστέρᾳ διαιρέσει καὶ κατα τομῇ λύοντες· ἣν Ἄρειος νοσήσας, ὁ τῆς μανίας
30.1.11
ἐπώνυμος, τὸ πολὺ τῆς Ἐκκλησίας διέσεισε καὶ διέφθειρεν, οὔτε τὸν Πατέρα
30.1.12
τιμήσας, καὶ ἀτιμάσας τὰ ἐξ αὐτοῦ διὰ τῶν ἀνίσων βαθμῶν τῆς θεότητος. 30. 4 Ἀλλὰ
30.1.13
μίαν μὲν δόξαν Πατρὸς γινώσκομεν, τὴν ὁμοτιμίαν τοῦ Μονογενοῦς· μίαν δὲ Υἱοῦ,
30.1.14
τὴν τοῦ Πνεύματος. Καὶ ὅ τι ἂν τῶν τριῶν κάτω θῶμεν, τὸ πᾶν καθαιρεῖν νομίζομεν·
30.1.15
τρία μὲν ταῖς ἰδιότησιν, ἓν δὲ τῇ θεότητι σέβοντες καὶ γινώσκοντες. 30. 5 Ὧν οὐδὲν
30.1.16
ἐννοῶν ἐκεῖνος οὐδὲ ἄνω βλέπειν δυνάμενος, ἀλλ' ὑπὸ τῶν ἀγόντων αὐτὸν
30.1.17
ταπεινούμενος, συνταπεινοῦν ἐτόλμησεν ἑαυτῷ καὶ φύσιν θεότητος· καὶ κτίσμα
30.1.18
γίνεται πονηρόν, εἰς δουλείαν κατάγων τὴν δεσποτείαν καὶ μετὰ τῆς κτίσεως τιθεὶς
30.1.19
τὴν ἄκτιστον φύσιν καὶ ὑπέρχρονον.