Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1.1
Ὁ μὲν οὖν οὕτω φρονῶν καὶ μετὰ τοιαύτης ἡμῖν ἐπιστρατεύει τῆς
31.1.2
ἀσεβείας· οὐ γὰρ ἄλλο τι ἢ βαρβαρικὴν καταδρομὴν τοῦτο ὑποληπτέον,
31.1.3
καθαιροῦσαν οὐ τείχη καὶ πόλεις καὶ οἰκίας, οὐδέ τι τῶν μικρῶν καὶ χειροποιήτων
31.1.4
καὶ αὖθις ἀνορθουμένων, ἀλλὰ τὰς ψυχὰς αὐτὰς κατασύρου σαν. 31. 2 Συνεισβάλλει
31.1.5
δὲ αὐτῷ καὶ στρατὸς ἄξιος, οἱ κακοὶ τῶν Ἐκκλησιῶν ἡγεμόνες, οἱ πικροὶ τετράρχαι
31.1.6
τῆς ὑπ' αὐτὸν οἰκουμένης· οἱ τὸ μὲν ἔχοντες ἤδη τῶν Ἐκκλησιῶν, τῷ δὲ
31.1.7
προσβάλλοντες, τὸ δὲ ἐλπίζοντες ἐκ τῆς τοῦ βασιλέως ῥοπῆς καὶ χειρός, τῆς μὲν
31.1.8
ἐπαγομένης, τῆς δὲ ἀπειλουμένης, ἧκον καὶ τὴν ἡμετέραν καταστρεψόμενοι, οὐδενὶ
31.1.9
τοσοῦτον θαρρεῖν ἔχοντες τῶν ἁπάντων ὅσον τῇ τῶν προειρημένων μικροψυχίᾳ,
31.1.10
καὶ ἀπειρίᾳ τοῦ τηνικαῦτα ἡμῶν προεδρεύοντος καὶ τοῖς ἐν ἡμῖν ἀρρωστήμασιν. 31. 3
31.1.11
Ὁ μὲν οὖν ἀγὼν πολύς· ἡ δὲ προθυμία τῶν πλείστων οὐκ ἀγεννής, ἡ δὲ παράταξις
31.1.12
ἀσθενής, οὐκ ἔχουσα τὸν προαγωνιστὴν καὶ τεχνίτην ὑπέρμαχον ἐν δυνάμει λόγου
31.1.13
καὶ Πνεύματος. Τί οὖν ἡ γενναία καὶ μεγαλόφρων ἐκείνη ψυχὴ καὶ ὄντως
31.1.14
φιλόχριστος; 31. 4 Οὐ δὲ πολλῶν ἐδεήθη λόγων πρὸς τὸ παρεῖναι καὶ συμμαχεῖν· ἀλλ'
31.1.15
ὁμοῦ τε εἶδεν ἡμᾶς πρεσβεύοντας, κοινὸς γὰρ ἦν ὁ ἀγὼν ἀμφοτέροις ὡς τοῦ λόγου
31.1.16
προβεβλημένοις, καὶ τῆς πρεσβείας ἡττήθη· καὶ διελὼν ἄριστα παρ' ἑαυτῷ καὶ
31.1.17
φιλοσοφώτατα τοῖς τοῦ Πνεύματος λογισμοῖς, ἄλλον μὲν εἶναι μικροψυχίας καιρόν,
31.1.18
εἴ τι καὶ τοιοῦτον ἔδει παθεῖν, τὸν τῆς ἀδείας· ἄλλον δὲ μακροθυμίας, τὸν τῆς
31.1.19
ἀνάγκης· 31. 5 εὐθὺς τοῦ Πόντου μεθ' ἡμῶν ἀπανίσταται καὶ ζηλοτυπεῖ τὴν ἀλήθειαν
31.1.20
κινδυνεύου σαν καὶ γίνεται σύμμαχος ἐθελοντὴς καὶ τῇ μητρὶ φέρων ἑαυτὸν τῇ
31.1.21
Ἐκκλησίᾳ δίδωσιν.