Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1.1
Οἱ μὲν οὖν οὕτως ἀπῆλθον ἄπρακτοι, καὶ κακοὶ κακῶς τότε πρῶτον
33.1.2
αἰσχυνθέντες καὶ ἡττηθέντες, καὶ μαθόντες μὴ ῥᾳδίως Καππαδοκῶν καταφρονεῖν, εἰ
33.1.3
καὶ πάν των ἀνθρώπων· ὧν οὐδὲν οὕτως ἴδιον, ὡς τὸ τῆς πίστεως ἀρραγὲς καὶ πρὸς
33.1.4
τὴν Τριάδα πιστὸν καὶ γνήσιον· παρ' ἧς καὶ τὸ ἡνῶσθαι καὶ τὸ ἰσχύειν αὐτοῖς, ἃ
33.1.5
βοηθοῦσι βοηθουμέ νοις, μᾶλλον δὲ πολλῷ κρείττω καὶ ἰσχυρότερα. 33. 2 Τῷ δέ τι
33.1.6
δεύτερον ἔργον καὶ σπούδασμα γίνεται, θεραπεύειν τὸν πρόεδρον, λύειν τὴν
33.1.7
ὑποψίαν, πείθειν πάντας ἀνθρώπους ὡς ἃ μὲν λελύπητο πεῖρά τις ἦν τοῦ πονηροῦ
33.1.8
καὶ πάλη ταῖς εἰς τὸ καλὸν ὁμονοίαις βασκαίνοντος· αὐτὸς δὲ ᾔδει νόμους
33.1.9
εὐπειθείας καὶ πνευματικῆς τάξεως. 33. 3 Διὰ τοῦτο 33. 3 παρῆν, ἐσόφιζεν, ὑπήκουεν,
33.1.10
ἐνουθέτει, πάντα ἦν αὐτῷ, σύμβουλος ἀγαθός, παραστάτης δεξιός, τῶν θείων
33.1.11
ἐξηγητής, τῶν πρακτέων καθηγητής, γήρως βακτηρία, πίστεως ἔρεισμα, τῶν ἔνδον ὁ
33.1.12
πιστότατος, τῶν ἐκτὸς ὁ πρακτικώ τατος· ἑνὶ λόγῳ, τοσοῦτος εἰς εὔνοιαν ὅσος εἰς
33.1.13
ἔχθραν τὸ πρὶν ἐνομίζετο. 33. 4 Ἐντεῦθεν αὐτῷ περιῆν καὶ τὸ κράτος τῆς Ἐκκλησίας,
33.1.14
εἰ καὶ τῆς καθέδρας εἶχε τὰ δεύτερα· τὴν γὰρ εὔνοιαν εἰσφέρων, τὴν ἐξουσίαν
33.1.15
ἀντελάμβανε· καὶ ἦν θαυμαστή τις ἡ συμφωνία καὶ ἡ πλοκὴ τοῦ δύνασθαι. Ὁ μὲν
33.1.16
τὸν λαὸν ἦγεν, ὁ δὲ τὸν ἄγοντα· καὶ οἷον λεοντοκόμος τις ἦν, τέχνῃ τιθασσεύων τὸν
33.1.17
δυναστεύοντα· 33. 5 καὶ γὰρ ἐδεῖτο, νεωστὶ μὲν ἐπὶ τὴν καθέδραν τεθείς, ἔτι δὲ τῆς
33.1.18
κοσμικῆς ὕλης τι πνέων, οὔπω δὲ κατηρτισμένος ἐν τοῖς τοῦ Πνεύματος, πολλοῦ δὲ
33.1.19
τοῦ κλύδωνος περιζέοντος καὶ τῶν ἐπικειμένων τῆς Ἐκκλησίας ἐχθρῶν, τοῦ
33.1.20
χειραγωγοῦντος καὶ ὑπερείδοντος. Διὰ τοῦτο καὶ τὴν συμμαχίαν ἠγάπα, καὶ
33.1.21
κρατοῦντος ἐκείνου κρατεῖν αὐτὸς ὑπελάμβανε.