Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
34.1.1
Τῆς δὲ περὶ τὴν Ἐκκλησίαν τοῦ ἀνδρὸς κηδε μονίας καὶ προστασίας,
34.1.2
πολλὰ μὲν καὶ ἄλλα γνωρίσματα· παρρησία πρὸς ἄρχοντας τούς τε ἄλλους καὶ τοὺς
34.1.3
δυνατω τάτους τῆς πόλεως· διαφορῶν λύσεις οὐκ ἀπιστούμεναι, ἀλλ' ὑπὸ τῆς
34.1.4
ἐκείνου φωνῆς τυπούμεναι, νόμῳ τῷ τρόπῳ χρώμεναι· 34. 2 προστασίαι τῶν
34.1.5
δεομένων, αἱ μὲν πλείους πνευματικαί, οὐκ ὀλίγαι δὲ καὶ σωματικαί· καὶ γὰρ καὶ
34.1.6
τοῦτο πολλάκις εἰς ψυχὴν φέρει δι' εὐνοίας δουλούμενον· πτωχοτροφίαι,
34.1.7
ξενοδοχίαι, παρθενοκομίαι· νομοθεσίαι μοναστῶν, ἔγγραφοί τε καὶ ἄγραφοι· εὐχῶν
34.1.8
διατάξεις, εὐκοσμίαι τοῦ βήματος, τὰ ἄλλα οἷς ἂν ὁ ἀληθῶς ἄνθρωπος τοῦ Θεοῦ καὶ
34.1.9
μετὰ Θεοῦ τεταγμένος λαὸν ὠφελήσειεν· ἓν δέ, ὃ μέγιστόν τε καὶ γνωριμώτατον.
34.3.1
Λιμὸς ἦν, καὶ τῶν πώποτε μνημονευομένων ὁ χαλεπώ τατος. Ἔκαμνε δὲ ἡ
34.3.2
πόλις, ἐπικουρία δ' ἦν οὐδαμόθεν, οὐδέ τι φάρμακον τῆς κακώσεως. Αἱ μὲν γὰρ
34.3.3
παραλίαι τὰς τοιαύτας ἐνδείας οὐ χαλεπῶς ἀναφέρουσι, διδοῦσαι τὰ παρ' ἑαυτῶν καὶ
34.3.4
τὰ παρὰ τῆς θαλάσσης δεχόμεναι· τοῖς δ' ἠπει ρώταις ἡμῖν καὶ τὸ περιττεῦον
34.3.5
ἀνόνητον, καὶ τὸ ἐνδέον ἀνεπινόητον, οὐκ ἔχουσιν ὅπως ἢ διαθώμεθά τι τῶν ὄντων
34.3.6
ἢ τῶν οὐκ ὄντων εἰσκομισώμεθα. 34. 4 Καὶ ὃ χαλεπώτατόν ἐστιν ἐν τοῖς τοιούτοις, ἡ
34.3.7
τῶν ἐχόντων ἀναλγησία καὶ ἀπληστία. Τηροῦσι γὰρ τοὺς καιροὺς καὶ καταπραγμα
34.3.8
τεύονται τῆς ἐνδείας καὶ γεωργοῦσι τὰς συμφοράς· οὔτε, τῷ Κυρίῳ δανείζειν τὸν
34.3.9
ἐλεοῦντα πτωχούς, ἀκούοντες· οὐδ' ὅτι ὁ συνέχων σῖτον δημοκατάρατος· οὔτ' ἄλλο
34.3.10
οὐδὲν τῶν ἢ τοῖς φιλανθρώποις ἐπηγγελμένων ἢ τοῖς ἀπανθρώ ποις ἠπειλημμένων.
34.5.1
Ἀλλ' εἰσὶ τοῦ δέοντος ἀπληστό τεροι καὶ φρονοῦσι κακῶς· ἐκείνοις μὲν τὰ
34.5.2
ἑαυτῶν, ἑαυτοῖς δὲ τὰ τοῦ Θεοῦ σπλάγχνα κλείοντες, οὗ καὶ μᾶλλον χρῄ ζοντες
34.5.3
ἀγνοοῦσιν ἢ αὐτῶν ἕτεροι. Ταῦτα μὲν οἱ σιτῶναι καὶ σιτοκάπηλοι, καὶ μήτε τὸ
34.5.4
συγγενὲς αἰδούμενοι, μήτε περὶ τὸ θεῖον εὐχάριστοι, παρ' οὗ τὸ ἔχειν αὐτοῖς, ἄλλων
34.5.5
πιεζο μένων.