Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
38.1.1
Οὕτω δὲ τῆς προεδρίας ἀξιωθείς, ὡς τοὺς τοιούτους μὲν γεγονότας,
38.1.2
τοιαύτης δὲ χάριτος τετυχηκότας, οὕτω δὲ ὑπειλημμένους εἰκός, οὐ κατῄσχυνεν
38.1.3
οὐδενὶ τῶν ἑξῆς ἢ τὴν ἑαυτοῦ φιλοσοφίαν, ἢ τὰς τῶν πεπιστευκότων ἐλπίδας· 38. 2
38.1.4
ἀλλὰ τοσοῦτον ἑαυτὸν ὑπερβάλλων ἀεὶ ὅσον πρὸ τούτου τοὺς ἄλλους ἐδείκνυτο,
38.1.5
κάλλιστά τε καὶ φιλο σοφώτατα περὶ τούτων διανοούμενος. Ἡγεῖτο γὰρ ἰδιώτου μὲν
38.1.6
ἀρετὴν εἶναι, τὸ μὴ κακὸν εἶναι, ἤ τι καὶ ποσῶς ἀγαθόν· ἄρχοντος δὲ καὶ προστάτου
38.1.7
κακίαν, καὶ μάλιστα τὴν τοιαύτην ἀρχήν, τὸ μὴ πολὺ τῶν πολλῶν προέχειν, μηδὲ
38.1.8
ἀεὶ κρείττω φαίνεσθαι, μηδὲ συμμετρεῖν τῇ ἀξίᾳ καὶ τῷ θρόνῳ τὴν ἀρετήν· 38. 3
38.1.9
μόγις γὰρ εἶναι τῷ ἄκρῳ τοῦ μέσου κατα τυγχάνειν, καὶ τῷ περιόντι τῆς ἀρετῆς
38.1.10
ἕλκειν τοὺς πολ λοὺς εἰς τὸ μέτριον· μᾶλλον δέ, ἵνα τι φιλοσοφήσω περὶ τούτων
38.1.11
ἄμεινον, ὅπερ ἐπὶ τοῦ Σωτῆρος ἐγὼ θεωρῶ, οἶμαι δὲ καὶ τῶν σοφωτέρων ἕκαστος,
38.1.12
ἡνίκα μεθ' ἡμῶν ἐγένετο, μορφωθεὶς τὸ ὑπὲρ ἡμᾶς καὶ ἡμέτερον, τοῦτο κἀνταῦθα
38.1.13
συμβεβηκέναι λογίζομαι. 38. 4 Ἐκεῖνός τε γὰρ προέκοπτε, φησίν, ὥσπερ ἡλικίᾳ, οὕτω
38.1.14
δὴ καὶ σοφίᾳ καὶ χάριτι· οὐ τῷ ταῦτα λαμβάνειν αὔξησιν, τί γὰρ τοῦ ἀπ' ἀρχῆς
38.1.15
τελείου γένοιτ' ἂν τελεώτερον; ἀλλὰ τῷ κατὰ μικρὸν ταῦτα παρα γυμνοῦσθαι καὶ
38.1.16
παρεκφαίνεσθαι. Τήν τε τοῦ ἀνδρὸς ἀρετήν, οὐχὶ προσθήκην, ἀλλ' ἐργασίαν οἶμαι
38.1.17
μείζω τηνικαῦτα λαμβάνειν, ὕλῃ πλείονι τῇ ἐξουσίᾳ χρωμένην.