Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
39.1.1
Πρῶτον μὲν ἐκεῖνο πᾶσι ποιεῖ φανερόν, ὡς οὐκ ἀνθρωπίνης χάριτος ἦν
39.1.2
αὐτῷ ἔργον, ἀλλὰ Θεοῦ δῶρον τὸ δεδομένον· δηλώσει δὲ καὶ τὸ ἡμέτερον. Οἷα γάρ
39.1.3
μοι φιλο σοφοῦντι περὶ τὸν καιρὸν ἐκεῖνον συνεφιλοσόφει! Τῶν γὰρ ἄλλων
39.1.4
ἁπάντων οἰομένων καὶ προσδραμεῖσθαί με τῷ γεγο νότι καὶ περιχαρήσεσθαι, ὅπερ
39.1.5
ἑτέρου καὶ παθεῖν ἴσως ἦν, καὶ συνδιανεμεῖσθαι τὴν ἀρχὴν μᾶλλον ἢ
39.1.6
παραδυναστεύειν, καὶ τῇ φιλίᾳ τοῦτο τεκμαιρομένων· 39. 2 ἐπειδὴ τὸ φορτικὸν
39.1.7
φεύγων ἐγώ, καὶ γὰρ ἐν ἅπασιν, εἴπερ ἄλλος τις, καὶ ἅμα τοῦ καιροῦ τὸ ἐπίφθονον,
39.1.8
ἄλλως τε καὶ τῶν κατ' αὐτὸν ὠδινόντων ἔτι καὶ ταρασσομένων, οἴκοι κατέμεινα, βίᾳ
39.1.9
χαλινώσας τὸν πόθον, μέμφεται μέν, συγγινώσκει δέ. 39. 3 Καὶ μετὰ τοῦτο ἐπιστάντα
39.1.10
μέν, τὴν δὲ τῆς καθέδρας τιμὴν οὐ δεξάμενον, τῆς αὐτῆς ἕνεκεν αἰτίας, οὐδὲ τὴν τῶν
39.1.11
πρεσ βυτέρων προτίμησιν, οὔτε ἐμέμψατο, καὶ προσεπῄνεσεν, εὖ ποιῶν, τῦφον
39.1.12
κατηγορηθῆναι μᾶλλον ὑπ' ὀλίγων ἑλόμενος, τῶν ταύτην ἀγνοησάντων τὴν
39.1.13
οἰκονομίαν, ἤ τι πρᾶξαι τῷ λόγῳ καὶ τοῖς αὐτοῦ βουλεύμασιν ἐναντίον. 39. 4 Καίτοι
39.1.14
πῶς ἂν μᾶλλον ἔδειξεν ἄνθρωπος πάσης θωπείας καὶ κολακείας κρείττω τὴν ψυχὴν
39.1.15
ἔχων καὶ πρὸς ἓν μόνον βλέπων, τὸν τοῦ καλοῦ νόμον, ἢ περὶ ἡμῶν οὕτω
39.1.16
διανοηθείς, οὓς ἐν πρώ τοις τῶν ἑαυτοῦ φίλων καὶ συνήθων ἐγνώρισεν.