Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
41.1.1
Ἐπεὶ δὲ τὰ οἴκοι κατὰ νοῦν εἶχεν αὐτῷ καὶ ὡς οὐκ ἄν τις ᾠήθη τῶν
41.1.2
ἀπίστων κἀκεῖνον ἠγνοηκότων, περι νοεῖ τι τῇ διανοίᾳ μεῖζον καὶ ὑψηλότερον. Τῶν
41.1.3
γὰρ ἄλλων ἁπάντων τὸ ἐν ποσὶ μόνον ὁρώντων, καὶ τὸ κατ' αὐτοὺς ὅπως ἀσφαλῶς
41.1.4
ἕξει λογιζομένων, εἴπερ τοῦτο ἀσφαλές, περαιτέρω δ' οὐ προϊόντων, οὐδέ τι μέγα
41.1.5
καὶ νεανικόν, ἢ ἐννοῆσαι, ἢ καταπράξασθαι δυναμένων· καίτοι τἆλλα μέτριος ὤν, ἐν
41.1.6
τούτοις οὐ μετριάζει· 41. 2 ἀλλ' ὑψοῦ τὴν κεφαλὴν διάρας καὶ κύκλῳ τὸ τῆς ψυχῆς
41.1.7
ὄμμα περιαγα γών, πᾶσαν εἴσω ποιεῖται τὴν οἰκουμένην, ὅσην ὁ σωτήριος λόγος
41.1.8
ἐπέδραμεν. Ὁρῶν δὲ τὸν μέγαν τοῦ Θεοῦ κλῆρον καὶ τοῖς αὐτοῦ λόγοις καὶ νόμοις
41.1.9
καὶ πάθεσι περιποιηθέντα, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, κακῶς
41.1.10
διακείμενον, εἴς τε μυρίας δόξας καὶ πλάνας διεσπασμένον· 41. 3 καὶ τὴν ἐξ Αἰγύπτου
41.1.11
μετηρμένην καὶ μεταπεφυτευμένην ἄμπελον, ἐκ τῆς ἀθέου καὶ σκοτεινῆς ἀγνοίας
41.1.12
εἰς κάλλος τε καὶ μέγεθος ἄπειρον προελθοῦσαν, ὡς καλύψαι πᾶσαν τὴν γῆν καὶ
41.1.13
ὁρῶν καὶ κέδρων ὑπερεκτείνεσθαι· ταύτην πονηρῷ καὶ ἀγρίῳ συῒ τῷ διαβόλῳ
41.1.14
λελυμασμένην· οὐκ αὔταρκες ὑπο λαμβάνει θρηνεῖν ἡσυχῆ τὸ πάθος καὶ πρὸς Θεὸν
41.1.15
μόνον αἴρειν τὰς χεῖρας καὶ παρ' ἐκείνου τῶν κατεχόντων κακῶν λύσιν ζητεῖν,
41.1.16
αὐτὸς δὲ καθεύδειν· ἀλλά τι καὶ βοηθεῖν καὶ παρ' ἑαυτοῦ συνεισφέρειν ᾤετο δεῖν.