Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
43.1.1
Ἓν μὲν οὖν ἐκεῖνο ἐπινοεῖ καὶ λίαν σωτήριον. Συναγαγὼν ἑαυτόν, ὡς
43.1.2
οἷόν τε ἦν, καὶ συγκλείσας τῷ Πνεύματι, καὶ πάντας μὲν ἀνθρωπίνους λογισμοὺς
43.1.3
κινήσας, πᾶν δὲ τῶν γραφῶν βάθος ἀναλεξάμενος, λογογραφεῖ τὴν εὐσέβειαν καὶ
43.1.4
ἀντιθέτοις πάλαις καὶ μάχαις τὸ πολὺ τῶν αἱρετικῶν ἀποκρούεται θράσος· 43. 2 τοὺς
43.1.5
μὲν καὶ εἰς χεῖρας ἰόντας, ἀγχεμάχοις ὅπλοις τοῖς ἀπὸ γλώσσης καταστρεφό μενος·
43.1.6
τοὺς δὲ πόρρωθεν, βάλλων τοξεύμασι τοῖς ἐκ μέλα νος, οὐδὲν ἀτιμοτέρου τῶν ἐν
43.1.7
ταῖς πλαξὶ χαραγμάτων· οὐδὲ ἑνὶ τῆς Ἰουδαίας ἔθνει, καὶ μικρῷ τούτῳ,
43.1.8
νομοθετοῦντος περὶ βρωμάτων καὶ πωμάτων καὶ προσκαίρων θυσιῶν καὶ σαρκὸς
43.1.9
καθαρσίων· ἀλλὰ παντὶ γένει καὶ μέρει τῆς οἰκου μένης, περὶ τοῦ λόγου τῆς
43.1.10
ἀληθείας, ἐξ οὗ καὶ τὸ σώζεσθαι περιγίνεται. 43. 3 Δεύτερον δέ· καὶ γὰρ ὁμοίως
43.1.11
ἀτελὲς ἄλογος πρᾶξις καὶ λόγος ἄπρακτος, προσετίθει τῷ λόγῳ καὶ τὴν ἐκ τοῦ
43.1.12
πράττειν ἐπικουρίαν· τοῖς μὲν ἐπιδημῶν, πρὸς δὲ τοὺς πρεσβεύων, τοὺς δὲ καλῶν,
43.1.13
νουθετῶν, ἐλέγχων, ἐπιτιμῶν, ἀπειλῶν, ὀνειδίζων, προπολεμῶν ἐθνῶν, πόλεων,
43.1.14
τῶν καθ' ἕκαστον, πᾶν εἶδος ἐπινοῶν σωτηρίας, πανταχόθεν ἰώμενος· ὁ Βεσελεὴλ
43.1.15
ἐκεῖνος ὁ τῆς θείας ἀρχιτέκτων σκηνῆς, πάσῃ πρὸς τὸ ἔργον ὕλῃ καὶ τέχνῃ
43.1.16
χρώμενος, καὶ πάντα πλέκων εἰς κάλλους ἑνὸς περιουσίαν καὶ ἁρμονίαν.