Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
44.1.1
Τί τἆλλα χρὴ λέγειν; Ἀλλ' ἧκεν αὖθις ἡμῖν ὁ χριστομάχος βασιλεὺς καὶ
44.1.2
τῆς πίστεως τύραννος, μετὰ πλείονος τῆς ἀσεβείας καὶ θερμοτέρας τῆς παρατάξεως,
44.1.3
ὡς πρὸς ἀνταγωνιστὴν ἰσχυρότερον ὄντος αὐτῷ τοῦ λόγου, κατὰ τὸ ἀκάθαρτον
44.1.4
ἐκεῖνο πνεῦμα καὶ πονηρόν, ὃ τοῦ ἀνθρώπου λυθὲν καὶ περιπλανηθέν, πρὸς τὸν
44.1.5
αὐτὸν ἀναστρέφει μετὰ πλειόνων πνευμάτων εἰσοικισθησόμενον, ὥσπερ ἐν τοῖς
44.1.6
Εὐαγ γελίοις ἠκούσαμεν. 44. 2 Τούτου γίνεται μιμητὴς ἐκεῖνος, ὁμοῦ τε τὴν προτέραν
44.1.7
ἧτταν ἀνακαλεσόμενος καὶ προσθήσων τι τοῖς πρώτοις παλαίσμασι· δεινὸν γὰρ εἶναι
44.1.8
καὶ σχέτλιον, πολλῶν μὲν ἐθνῶν ἐπάρχοντα, πολλῆς δὲ δόξης ἠξιωμένον, πάντας δὲ
44.1.9
τοὺς κύκλῳ καταστρεψάμενον τῷ κράτει τῆς ἀσεβείας, καὶ χειρωσάμενον πᾶν τὸ
44.1.10
προστυχόν, ἑνὸς ἀνδρὸς καὶ μιᾶς πόλεως ἥττω ὀφθῆναι, καὶ γέλωτα ὄφλειν, οὐ τοῖς
44.1.11
ἄγουσι μόνον αὐτὸν προστάταις τῆς ἀθεΐας, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις, ὡς
44.1.12
ὑπελάμβανε .