Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
45.1.1
Τὸν μὲν δὴ Περσῶν βασιλέα φασίν, ἐπειδή ποτε κατὰ τῆς Ἑλλάδος
45.1.2
ἐστράτευε, πᾶν μὲν γένος ἀνθρώπων ἐπ' αὐτοὺς ἐλαύνων, παντὶ δὲ ζέων θυμῷ καὶ
45.1.3
φρονήματι, οὐ ταύτῃ μόνον ἐπαίρεσθαι καὶ ἄμετρον εἶναι ταῖς ἀπειλαῖς, ἀλλ' ὡς ἂν
45.1.4
μᾶλλον αὐτοὺς καταπλήξειε, φοβερὸν ἑαυτὸν ποιεῖν, καὶ ταῖς κατὰ τῶν στοιχείων
45.1.5
καινοτομίαις. 45. 2 Γῆ τις ἠκούετο ξένη καὶ θάλασσα τοῦ νέου δημιουργοῦ καὶ
45.1.6
στρατὸς ἤπειρον πλέων καὶ πεζεύων πέλαγος νῆσοί τε ἁρπαζόμεναι καὶ θάλασσα
45.1.7
μαστιζομένη καὶ ὅσα τῆς ἐμπλήκτου σαφῶς ἦν στρατιᾶς καὶ στρατηγίας, κατάπληξις
45.1.8
μὲν τοῖς ἀγενε στέροις, γέλως δὲ τοῖς ἀνδρικωτέροις καὶ στερροτέροις τὸ φρόνημα.
45.3.1
Ὁ δὲ τοιούτου μὲν οὐδενὸς ἐδεῖτο καθ' ἡμῶν στρατεύων· ὃ δὲ ἦν ἐκείνων
45.3.2
χεῖρον καὶ βλαβερώτερον, τοῦτο ποιῶν καὶ λέγων ἠκούετο. Ἔθετο εἰς οὐρανὸν τὸ
45.3.3
στόμα αὐτοῦ, βλασφημίαν λαλῶν εἰς τὸ ὕψος, καὶ ἡ γλῶσσα αὐτοῦ διῆλθεν ἐπὶ τῆς
45.3.4
γῆς. 45. 4 Καλῶς γὰρ αὐτὸν ὁ θεῖος Δαβὶδ πρὸ ἡμῶν ἐστηλίτευσε, τὸν οὐρανὸν εἰς
45.3.5
γῆν κλίναντα καὶ μετὰ τῆς κτίσεως ἀριθμοῦντα φύσιν τὴν ὑπερκόσμιον, ἣν οὐδὲ
45.3.6
χωρεῖν ἡ κτίσις δύναται, κἂν μεθ' ἡμῶν τι γένηται λόγῳ φιλανθρωπίας, ἵν' ἡμᾶς
45.3.7
ἑλκύσῃ πρὸς ἑαυτὴν χαμαὶ κειμένους.