Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
46.1.1
Καὶ δὴ λαμπρὰ μὲν αὐτοῦ τὰ πρῶτα νεανιεύματα, λαμπρότερα δὲ τὰ
46.1.2
τελευταῖα καθ' ἡμῶν ἀγωνίσματα. Τίνα δὴ λέγω τὰ πρῶτα; Ἐξορίαι, φυγαί,
46.1.3
δημεύσεις, ἐπιβουλαὶ φανεραί τε καὶ ἀφανεῖς· τὸ πείθειν, οὗ καιρὸς ἦν· τὸ βιά ζεσθαι,
46.1.4
τοῦ πείθειν οὐκ ὄντος. 46. 2 Οἱ μὲν ἐξωθούμενοι τῶν ἐκκλησιῶν, ὅσοι τοῦ ὀρθοῦ
46.1.5
λόγου καὶ τοῦ καθ' ἡμᾶς· οἱ δὲ εἰσαγόμενοι, ὅσοι τῆς βασιλικῆς ἀπωλείας ἐτύγχανον,
46.1.6
οἱ τὰ χειρόγραφα τῆς ἀσεβείας ἀπαιτοῦντες, οἱ γράφοντες τὰ τούτων ἔτι
46.1.7
χαλεπώτερα. Πρεσβυτέρων ἐμπρησμοὶ θαλάττιοι· στρατηγοὶ δυσσεβεῖς, οὐ Περσῶν
46.1.8
κρατοῦντες, οὐ Σκύθας χειρούμενοι, οὐκ ἄλλο τι βαρβαρικὸν ἔθνος ἀνακαθαίροντες·
46.1.9
ἀλλ' ἐκκλησίαις ἐπιστρατεύοντες καὶ θυσιαστηρίων κατορχούμενοι καὶ τὰς
46.1.10
ἀναιμάκτους θυσίας ἀνθρώπων καὶ θυσιῶν αἵμασι χραίνοντες καὶ παρθένων αἰδῶ
46.1.11
καθυβρίζοντες. 46. 3 Ἵνα τί γένηται; Ἵν' ἐξωσθῇ μὲν Ἰακὼβ ὁ
46.1.12
πατριάρχης, ἀντεισαχθῇ δὲ Ἠσαῦ, ὁ μεμισημένος καὶ πρὸ γενέσεως. Ταῦτα τῶν
46.1.13
πρώτων αὐτοῦ νεανιευμάτων τὰ διηγήματα, ἃ καὶ μέχρι τοῦ νῦν κινεῖ τοῖς πολλοῖς
46.1.14
δάκρυον εἰς μνήμην ἰόντα καὶ ἀκουόμενα.