Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
48.1.1
Τίς οὐκ οἶδε τὸν τηνικαῦτα ὕπαρχον, πολλῷ μὲν τῷ οἰκείῳ θράσει καθ'
48.1.2
ἡμῶν μάλιστα χρώμενον, ἐπειδὴ καὶ παρ' ἐκείνων ἦν τῷ βαπτίσματι τελεσθείς, ἢ
48.1.3
συντελε σθείς· πλείω δὲ τῶν ἀναγκαίων ὑπηρετοῦντα τῷ ἐπιτάτ τοντι, καὶ διὰ τοῦ
48.1.4
πάντα χαρίζεσθαι, τὸ κράτος ἑαυτῷ συν τηροῦντα καὶ φυλάττοντα χρονιώτερον;
48.2.1
Τούτῳ βρέμοντι κατὰ τῆς ἐκκλησίας καὶ λεόντειον μὲν τὸ εἶδος προβε βλημένῳ,
48.2.2
λεόντειον δὲ βρυχωμένῳ, καὶ μηδὲ προσιτὸν τοῖς πλείοσιν, ὁ γεννάδας ἐκεῖνος
48.2.3
εἰσάγεται· μᾶλλον δὲ εἴσεισιν ὥσπερ εἰς ἑορτήν, οὐκ εἰς κρίσιν καλούμενος. Πῶς ἂν
48.2.4
ἀξίως διηγησάμην, ἢ τὴν τοῦ ὑπάρχου θρασύτητα, ἢ τὴν τοῦ ἀνδρὸς πρὸς αὐτὸν
48.2.5
μετὰ συνέσεως ἔνστασιν. 48. 3 «Τί σοι, φησίν, ὦ οὗτος, βούλεται, τοὔνομα προσει
48.2.6
πών, οὔπω γὰρ ἐπίσκοπον ἠξίου καλεῖν, τὸ κατὰ τοσούτου κράτους τολμᾶν, καὶ
48.2.7
μόνον τῶν ἄλλων ἀπαυθαδιάζεσθαι; {–} Τοῦ χάριν, ὁ γεννάδας φησί, καὶ τίς ἡ
48.2.8
ἀπόνοια; Οὔπω γὰρ ἔχω γινώσκειν. {–} Ὅτι μὴ τὰ βασιλέως θρησκεύεις, φησί, τῶν
48.2.9
ἄλλων ἁπάντων ὑποκλιθέντων καὶ ἡττημένων. 48. 4 {–} Οὐ γὰρ ταῦτα, ἔφη, βασιλεὺς
48.2.10
ὁ ἐμὸς βούλεται, οὐδὲ κτίσμα τι προσκυνεῖν ἀνέχομαι, Θεοῦ τε κτίσμα τυγ χάνων καὶ
48.2.11
θεὸς εἶναι κεκελευσμένος. {–} Ἡμεῖς δέ, τί σοι δοκοῦμεν; {–} Ἦ οὐδέν, ἔφη, ταῦτα
48.2.12
προστάττοντες. {–} Τί δαί; Οὐ μέγα σοι τὸ μεθ' ἡμῶν τετάχθαι καὶ κοινωνοὺς ἔχειν
48.2.13
ἡμᾶς; {–} 48. 5 Ὕπαρχοι μέν, φησίν, ὑμεῖς, καὶ τῶν ἐπιφανῶν, οὐκ ἀρνήσομαι, οὔπω
48.2.14
δὲ Θεοῦ τιμιώτεροι. Καὶ τὸ κοινωνοὺς ἔχειν, μέγα μέν· πῶς γὰρ οὔ; Πλάσμα Θεοῦ καὶ
48.2.15
ὑμεῖς, ἀλλ' ὡσεί τινας ἄλλους τῶν ὑφ' ἡμῖν τεταγμέ νων· οὐ γὰρ προσώποις τὸν
48.2.16
χριστιανισμόν, ἀλλὰ πίστει χαρακτηρίζεσθαι».