Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
49.1.1
Τότε δὴ κινηθέντα τὸν ὕπαρχον ζέσαι τε πλέον τῷ θυμῷ καὶ τῆς
49.1.2
καθέδρας ἐξαναστῆναι καὶ τραχυτέροις πρὸς αὐτὸν χρήσασθαι λόγοις. «Τί δαί; Οὐ
49.1.3
φοβεῖ τὴν ἐξουσίαν; φησί. {–} Μὴ τί γένηται, μὴ δὲ τί πάθω; {–} Μή τι τῶν πολλῶν ἓν
49.1.4
ἃ τῆς ἐμῆς δυναστείας ἐστίν. {–} Τίνα ταῦτα; γνωριζέσθω γὰρ ἡμῖν. {–} 49. 2 Δήμευσιν,
49.1.5
ἐξορίαν, βασά νους, θάνατον. {–} Εἴ τι ἄλλο, φησίν, ἀπείλει· τούτων γὰρ οὐδὲν ἡμῶν
49.1.6
ἅπτεται.» Καὶ τὸν εἰπεῖν· «Πῶς καὶ τίνα τρόπον; {–} Ὅτι τοι, ἔφη, δημεύσει μὲν οὐχ
49.1.7
ἁλωτὸς ὁ μηδὲν ἔχων, πλὴν εἰ τούτων χρῄζεις τῶν τρυχίνων μου ῥακίων καὶ
49.1.8
βιβλίων ὀλίγων, ἐν οἷς ὁ πᾶς ἐμοὶ βίος· 49. 3 ἐξορίαν δὲ οὐ γινώσκω, ὁ μηδενὶ τόπῳ
49.1.9
περιγραπτὸς καὶ μήτε ταύτην ἔχων ἐμὴν ἣν οἰκῶ νῦν, καὶ πᾶσαν ἐμὴν εἰς ἣν ἂν
49.1.10
ῥιφῶ· μᾶλλον δὲ τοῦ Θεοῦ πᾶσαν, οὗ πάροικος ἐγὼ καὶ παρεπίδημος· αἱ βάσανοι δὲ
49.1.11
τί ἂν λάβοιεν, οὐκ ὄντος σώματος; 49. 4 Πλὴν εἰ τὴν πρώτην λέγοις πληγήν, ταύτης
49.1.12
γὰρ σὺ μόνης κύριος· ὁ δὲ θάνατος εὐεργέτης, καὶ γὰρ θᾶττον πέμψει με πρὸς Θεόν,
49.1.13
ᾧ ζῶ καὶ πολιτεύομαι καὶ τῷ πλείστῳ τέθνηκα καὶ πρὸς ὃν ἐπείγομαι πόρρωθεν.»

Intertext edge

Open linked passage

Note